7 Καὶ οὗτοι οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων, οὓς ἀνεῖλεν Ἰησοῦς καὶ υἱοὶ Ἰσραὴλ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ θάλασσαν Βαλαγὰδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου, καὶ ἕως ὄρους τοῦ Χελχὰ ἀναβαινόντων εἰς Σηείρ· καὶ ἔδωκεν αὐτὴν Ἰησοῦς ταῖς φυλαῖς Ἰσραὴλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν, 8 ἐν τῷ ὄρει, καὶ ἐν τῷ πεδίῳ, καὶ ἐν Ἄραβ, καὶ ἐν Ἀσηδὼθ, καὶ ἐν τῇ ἐρήμῳ, καὶ Ναγὲβ· τὸν Χετταῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον, καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἰεβουσαῖον.
9 Τὸν βασιλέα Ἱεριχὼ, καὶ τὸν βασιλέα τῆς Γαὶ, ἥ ἐστι πλησίον Βαιθὴλ, 10 βασιλέα Ἱερουσαλὴμ, βασιλέα Χεβρὼν, 11 βασιλέα Ἱεριμοὺθ, βασιλέα Λαχὶς, 12 βασιλέα Αἰλὰμ, βασιλέα Γαζὲρ, 13 βασιλέα Δαβὶρ, βασιλέα Γαδὲρ, 14 βασιλέα Ἑρμὰθ, βασιλέα Ἀδὲρ, 15 βασιλέα Λεβνὰ, βασιλέα Ὀδολλὰμ, 16 βασιλέα Ἠλὰθ, 17 βασιλέα Ταφοὺτ, βασιλέα Ὀφὲρ, 18 βασιλέα Ὀφὲκ τῆς Ἀρὼκ, 19 βασιλέα Ἀσὼμ, 20 βασιλέα Συμοὼν, βασιλέα Μαμβρὼθ, βασιλέα Ἀζὶφ, 21 βασιλέα Κάδης, βασιλέα Ζαχὰκ, 22 βασιλέα Μαρεδὼθ, βασιλέα Ἰεκὸμ τοῦ Χερμὲλ, 23 βασιλέα Ὀδολλὰμ τοῦ Φεννεαδὼρ, βασιλέα Γεῒ τῆς Γαλιλαίας, 24 βασιλέα Θερσά· πάντες οὗτοι βασιλεῖς εἰκοσιεννέα.
<- ΙΗΣΟΥΣ 11ΙΗΣΟΥΣ 13 ->