4 Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· 5 καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος· 6 καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, [c]⸂ὁ δὲ⸃ [d]⸀αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. 7 ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. 8 ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, 9 [e]⸀ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, [f]⸀ἄλλῳ χαρίσματα ἰαμάτων ἐν τῷ [g]⸀ἑνὶ πνεύματι, 10 [h]⸀ἄλλῳ ἐνεργήματα δυνάμεων, [i]⸁ἄλλῳ προφητεία, ⸀1ἄλλῳ Treg ] + δὲ WH NIV RP⸀1ἄλλῳ διακρίσεις πνευμάτων, [k]⸀ἑτέρῳ γένη γλωσσῶν, ⸀2ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP⸀2ἄλλῳ ἑρμηνεία γλωσσῶν· 11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη [m]⸂πολλὰ ἔχει⸃, πάντα δὲ τὰ μέλη τοῦ [n]⸀σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός· 13 καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ [o]⸀πάντες ἓν πνεῦμα ἐποτίσθημεν.
14 Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. 15 ἐὰν εἴπῃ ὁ πούς· Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 16 καὶ ἐὰν εἴπῃ τὸ οὖς· Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος· 17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; 18 [p]⸀νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν. 19 εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; 20 νῦν δὲ πολλὰ [q]⸀μὲν μέλη, ἓν δὲ σῶμα. 21 οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· Χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν· Χρείαν ὑμῶν οὐκ ἔχω· 22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν, 23 καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, 24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν [r]⸀ἔχει. ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ [s]⸀ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν, 25 ἵνα μὴ ᾖ [t]⸀σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη. 26 καὶ [u]⸀εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται [v]⸀μέλος, συγχαίρει πάντα τὰ μέλη.
27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. 28 καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, [w]⸀ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; 30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν; 31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ [x]⸀μείζονα. καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.
<- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 11ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 13 ->-
a Ἰησοῦς WH Treg NIV ] Ἰησοῦν RP
b Κύριος Ἰησοῦς WH Treg NIV ] Κύριον Ἰησοῦν RP
c ὁ δὲ Treg NIV RP ] καὶ ὁ WH
d αὐτὸς WH Treg NIV ] + ἐστιν RP
e ἑτέρῳ WH Treg NIV ] + δὲ RP
f ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
g ἑνὶ WH Treg NIV ] αὐτῷ RP
h ⸀ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
i ⸁ἄλλῳ Treg ] + δὲ WH NIV RP
j ⸀1ἄλλῳ Treg ] + δὲ WH NIV RP
k ἑτέρῳ WH Treg NIV ] + δὲ RP
l ⸀2ἄλλῳ Holmes ] + δὲ WH Treg NIV RP
m πολλὰ ἔχει WH Treg NIV ] ἔχει πολλὰ RP
n σώματος WH Treg NIV ] + τοῦ ἑνός RP
o πάντες WH Treg NIV ] + εἰς RP
p νυνὶ NIV RP ] νῦν WH Treg
q μὲν Treg NIV RP ] – WH
r ἔχει WH Treg NA RP ] + τιμῆς NIV
s ὑστεροῦντι RP ] ὑστερουμένῳ WH Treg NIV
t σχίσμα WH Treg NIV ] σχίσματα RP
u εἴτε WH NIV RP ] εἴ τι Treg
v μέλος WH Treg ] ἓν μέλος NIV RP
w ἔπειτα WH Treg NIV ] εἶτα RP
x μείζονα WH Treg NIV ] κρείττονα RP