1 Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν· 2 καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι᾽ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται· 3 καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ [a]⸀νυστάζει.
4 Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ [b]⸀σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, 5 καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, 6 καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας [c]⸀καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων [d]⸀ἀσεβέσιν τεθεικώς, 7 καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο— 8 βλέμματι γὰρ καὶ ἀκοῇ [e]⸀ὁ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν— 9 οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, 10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας.
17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι [n]⸂καὶ ὁμίχλαι⸃ ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ [o]⸀σκότους τετήρηται. 18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς [p]⸀ὀλίγως [q]⸀ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ [r]⸀καὶ δεδούλωται. 20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ [s]⸀κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21 κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν [t]⸀ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· 22 [u]⸀συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί· Ὗς λουσαμένη εἰς [v]⸀κυλισμὸν βορβόρου.
<- ΠΕΤΡΟΥ Β 1ΠΕΤΡΟΥ Β 3 ->-
a νυστάζει WH Treg NIV ] νυστάξει RP
b σειραῖς NA RP ] σιροις WH Treg NIV
c καταστροφῇ Treg NA RP ] – WH NIV
d ἀσεβέσιν WH NIV ] ἀσεβεῖν Treg RP
e ὁ Treg NIV RP ] – WH
f αὐτῶν Holmes WHmarg ] + παρὰ κυρίῳ WH Treg RP; + παρὰ κυρίου NIV
g γεγεννημένα φυσικὰ WH Treg NIV ] φυσικὰ γεγενημένα RP
h καὶ φθαρήσονται WH Treg NIV ] καταφθαρήσονται RP
i ἀδικούμενοι WH NIV ] κομιούμενοι Treg RP
j ἀπάταις WH NIV RP ] ἀγάπαις Treg
k ἀκαταπαύστους Treg NIV RP ] ἀκαταπάστους WH
l καταλιπόντες Treg RP ] καταλείποντες WH NIV
m Βοσὸρ Treg NA RP ] Βεὼρ WH NIV
n καὶ ὁμίχλαι WH Treg NIV ] νεφέλαι RP
o σκότους WH Treg NIV ] + εἰς αἰῶνα RP
p ὀλίγως WH Treg NIV ] ὄντως RP
q ἀποφεύγοντας WH Treg NIV ] ἀποφυγόντας RP
r καὶ Treg RP ] – WH NIV
s κυρίου WH Treg RP ] + ἡμῶν NIV
t ὑποστρέψαι WH Treg NIV ] ἐπιστρέψαι RP
u συμβέβηκεν WH Treg NIV ] + δὲ RP
v κυλισμὸν WH Treg NIV ] κύλισμα RP