10 Ἀπεκρίθη [e]⸀τε ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος [f]⸀εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, 11 δυναμένου σου [g]⸀ἐπιγνῶναι, ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι [h]⸀δώδεκα ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων [i]⸀εἰς Ἰερουσαλήμ, 12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ [j]⸀ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν, 13 [k]⸀οὐδὲ [l]⸀παραστῆσαι δύνανταί [m]⸀σοι περὶ ὧν [n]⸀νυνὶ κατηγοροῦσίν μου. 14 ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ [o]⸂τοῖς ἐν⸃ τοῖς προφήταις γεγραμμένοις, 15 ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν [p]⸀ἔσεσθαι δικαίων τε καὶ ἀδίκων· 16 ἐν τούτῳ [q]⸀καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν [r]⸀ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. 17 δι᾽ ἐτῶν δὲ πλειόνων [s]⸂ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην⸃ καὶ προσφοράς, 18 ἐν [t]⸀αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, 19 τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς [u]⸀ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς [v]⸀ἐμέ, 20 ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί [w]⸀εὗρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου 21 ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα [x]⸂ἐν αὐτοῖς ἑστὼς⸃ ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον [y]⸀ἐφ᾽ ὑμῶν.
22 [z]⸂Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ⸃, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, [aa]⸀εἴπας· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς· 23 [bb]⸀διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι [cc]⸀αὐτὸν ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ [dd]⸀ὑπηρετεῖν αὐτῷ.
24 Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ [ee]⸀ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν [ff]⸀Ἰησοῦν πίστεως. 25 διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ [gg]⸀μέλλοντος ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· Τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· 26 ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ [hh]⸀Παύλου· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.
27 Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε [ii]⸀χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 25 ->-
a πρεσβυτέρων τινῶν WH Treg NIV ] τῶν πρεσβυτέρων RP
b διορθωμάτων WH Treg NIV ] κατορθωμάτων RP
c στάσεις WH Treg NIV ] στάσιν RP
d ἐκρατήσαμεν WH Treg NIV RP ] + καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν. 7 παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε, 8 κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ· TR
e τε WH Treg NIV ] δὲ RP
f εὐθύμως WH Treg NIV ] εὐθυμότερον RP
g ἐπιγνῶναι WH Treg NIV ] γνῶναι RP
h δώδεκα WH Treg NIV ] δεκαδύο RP
i εἰς WH Treg NIV ] ἐν RP
j ἐπίστασιν WH Treg NIV ] ἐπισύστασιν RP
k οὐδὲ WH NIV ] οὔτε Treg RP
l παραστῆσαι WH Treg NIV ] + με RP
m σοι WH Treg NIV ] – RP
n νυνὶ WH Treg NIV ] νῦν RP
o τοῖς ἐν WH Treg NIV ] – RP
p ἔσεσθαι WH Treg NIV ] + νεκρῶν RP
q καὶ WH Treg NIV ] δὲ RP
r ἔχειν WH Treg NIV ] ἔχων RP
s ἐλεημοσύνας … μου παρεγενόμην WH Treg NIV ] παρεγενόμην ἐλεημοσύνας … μου RP
t αἷς WH Treg NIV ] οἷς RP
u ἔδει WH Treg NIV ] δεῖ RP
v ἐμέ WH Treg NIV ] με RP
w εὗρον WH NIV ] + ἐν ἐμοὶ Treg RP
x ἐν αὐτοῖς ἑστὼς WH Treg NIV ] ἑστὼς ἐν αὐτοῖς RP
y ἐφ᾽ WH Treg NIV ] ὑφ᾽ RP
z Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ WH Treg NIV ] Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς RP
aa εἴπας WH Treg NIV ] εἰπών RP
bb διαταξάμενος WH Treg NIV ] + τε RP
cc αὐτὸν WH Treg NIV ] τὸν Παῦλον RP
dd ὑπηρετεῖν WH Treg NIV ] + ἢ προσέρχεσθαι RP
ee ἰδίᾳ WH Treg NIV ] – RP
ff Ἰησοῦν WH NIV ] – Treg RP
gg μέλλοντος WH Treg NIV ] + ἔσεσθαι RP
hh Παύλου WH Treg NIV ] + ὅπως λύσῃ αὐτόν RP
ii χάριτα WH Treg NIV ] χάριτας RP