1 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα· 2 πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. 3 [a]⸂εἰ δὲ⸃ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν [b]⸀εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. 4 ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ [c]⸂ἀνέμων σκληρῶν⸃ ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου [d]⸂ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται⸃· 5 οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ [e]⸂μεγάλα αὐχεῖ⸃.
13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας. 14 εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. 15 οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης· 16 ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. 17 ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, [l]⸀ἀδιάκριτος, ἀνυπόκριτος· 18 καρπὸς [m]⸀δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
<- ΙΑΚΩΒΟΥ 2ΙΑΚΩΒΟΥ 4 ->-
a εἰ δὲ WH Treg NIV ] Ἴδε RP
b εἰς WH Treg NIV ] πρὸς RP
c ἀνέμων σκληρῶν WH Treg NIV ] σκληρῶν ἀνέμων RP
d ἡ … βούλεται WH Treg NIV ] ἂν ἡ … βούληται RP
e μεγάλα αὐχεῖ WH Treg NIV ] μεγαλαυχεῖ RP
f ἡλίκον WH Treg NIV ] ὀλίγον RP
g ἀδικίας WH Treg NIV ] + οὕτως RP
h δαμάσαι δύναται ἀνθρώπων WH Treg NIV ] δύναται ἀνθρώπων δαμάσαι RP
i ἀκατάστατον WH Treg NIV ] ἀκατάσχετον RP
j κύριον WH Treg NIV ] θεὸν RP
k οὔτε ἁλυκὸν WH Treg NIV ] Οὕτως οὐδεμια πηγὴ ἁλυκὸν καὶ RP
l ἀδιάκριτος WH Treg NIV ] + καὶ RP
m δὲ WH Treg NIV ] + τῆς RP