17 [r]⸂Καὶ ἀναβαίνων ὁ⸃ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα [s]⸀μαθητὰς κατ᾽ ἰδίαν, [t]⸂καὶ ἐν τῇ ὁδῷ⸃ εἶπεν αὐτοῖς· 18 Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ [u]⸀ἐγερθήσεται.
20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι [v]⸀παρ᾽ αὐτοῦ. 21 ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν [w]⸀σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. 22 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω [x]⸀πίνειν. λέγουσιν αὐτῷ· Δυνάμεθα. 23 [y]⸀λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου [z]⸀πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ [aa]⸀εὐωνύμων οὐκ ἔστιν ἐμὸν WH Treg NIV RP ] + τοῦτο WHmarg NA⸀ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. 26 οὐχ οὕτως [cc]⸀ἔσται ἐν ὑμῖν· ἀλλ᾽ ὃς [dd]⸀ἂν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος, 27 καὶ ὃς [ee]⸀ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος [ff]⸀ἔσται ὑμῶν δοῦλος· 28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· [gg]⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, [hh]⸀υἱὸς Δαυίδ. 31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον [ii]⸀ἔκραξαν λέγοντες· [jj]⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, [kk]⸀υἱὸς Δαυίδ. 32 καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν; 33 λέγουσιν αὐτῷ· Κύριε, ἵνα [ll]⸂ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν⸃. 34 σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν [mm]⸀ὀμμάτων αὐτῶν, καὶ εὐθέως [nn]⸀ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.
<- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21 ->-
a συμφωνήσας δὲ WH Treg NIV ] Καὶ συμφωνήσας RP
b πάλιν NIV RP ] + δὲ WH Treg NA
c ἑνδεκάτην WH Treg NIV ] + ὥραν RP
d ἑστῶτας WH Treg NIV ] + ἀργούς RP
e ἀμπελῶνα WH Treg NIV ] + καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε RP
f αὐτοῖς Treg NIV RP ] – WH
g καὶ ἐλθόντες Treg NIV RP ] ἐλθόντες δὲ WH
h καὶ ἐλθόντες WH Treg NIV ] Ἐλθόντες δὲ RP
i πλεῖον WH Treg NIV ] πλεῖονα RP
j τὸ ἀνὰ δηνάριον καὶ αὐτοί WH Treg NIV ] καὶ αὐτοὶ ἀνὰ δηνάριον RP
k λέγοντες WH Treg NIV ] + ὅτι RP
l αὐτοὺς ἡμῖν WH ] ἡμῖν αὐτοὺς Treg NIV RP
m ἑνὶ αὐτῶν εἶπεν WH NIV ] εἶπεν ἑνὶ αὐτῶν Treg RP
n οὐκ WH Treg NIV ] Ἢ οὐκ NA RP
o ὃ θέλω ποιῆσαι WH Treg NIV ] ποιῆσαι ὃ θέλω RP
p ἢ WH Treg NIV ] Εἰ RP
q ἔσχατοι WH NIV ] + πολλοὶ γὰρ εἰσιν κλητοί ὀλίγοι δὲ ἐκλεκτοί Treg RP
r Καὶ ἀναβαίνων ὁ Treg NIV RP ] Μέλλων δὲ ἀναβαίνειν WH
s μαθητὰς WH NIV RP ] – Treg
t καὶ ἐν τῇ ὁδῷ WH Treg NA ] ἐν τῇ ὁδῷ καὶ RP; καὶ NIV
u ἐγερθήσεται WH Treg NIV ] ἀναστήσεται RP
v παρ᾽ RP ] ἀπ᾽ WH Treg NIV
w σου Treg NIV RP ] – WH
x πίνειν WH Treg NIV ] + ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι RP
y λέγει WH Treg NIV ] Καὶ λέγει RP
z πίεσθε WH Treg NIV ] + καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε RP
aa εὐωνύμων WH Treg NIV ] + μου RP
bb ἐμὸν WH Treg NIV RP ] + τοῦτο WHmarg NA
cc ἔσται NIV ] δέ ἔσται RP; ἐστὶν WH Treg
dd ἂν WH Treg ] ἐὰν NIV RP
ee ἂν WH Treg NIV ] ἐὰν RP
ff ἔσται WH Treg NIV ] ἔστω RP
gg Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε NA RP
hh υἱὸς WH Treg NA RP ] υἱὲ NIV
ii ἔκραξαν WH Treg NIV ] ἔκραζον RP
jj Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε NA RP
kk υἱὸς WH Treg NA RP ] υἱὲ NIV
ll ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν WH Treg NIV ] ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί RP
mm ὀμμάτων WH Treg NIV ] ὀφθαλμῶν RP
nn ἀνέβλεψαν WH Treg NIV ] + αὐτῶν οἱ ὀφθαλμοί RP