13 Οὐαὶ [o]⸀δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε [p]⸀εἰσελθεῖν. 15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες· Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει. 17 μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ [q]⸀ἁγιάσας τὸν χρυσόν; 18 καί· Ὃς [r]⸀ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει. 19 [s]⸀τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; 20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· 21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ [t]⸀κατοικοῦντι αὐτόν· 22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ [u]⸂τὸ ἔλεος⸃ καὶ τὴν πίστιν· [v]⸀ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ [w]⸀ἀφιέναι. 24 ὁδηγοὶ τυφλοί, [x]⸀οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες.
25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ [y]⸀ἀκρασίας. 26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος WH Treg NIV RP ] – WHmarg NA⸂καὶ τῆς παροψίδος⸃, ἵνα γένηται καὶ τὸ ἐκτὸς [aa]⸀αὐτοῦ καθαρόν.
27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι [bb]⸀παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας· 28 οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ [cc]⸂ἐστε μεστοὶ⸃ ὑποκρίσεως καὶ ἀνομίας.
29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, 30 καὶ λέγετε· Εἰ [dd]⸀ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν [ee]⸁ἤμεθα [ff]⸂αὐτῶν κοινωνοὶ⸃ ἐν τῷ αἵματι τῶν προφητῶν· 31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. 32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. 33 ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; 34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· [gg]⸀ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν· 35 ὅπως ἔλθῃ ἐφ᾽ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36 ἀμὴν λέγω ὑμῖν, [hh]⸀ἥξει [ii]⸂ταῦτα πάντα⸃ ἐπὶ τὴν γενεὰν ταύτην.
37 Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ [jj]⸀ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν—ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον [kk]⸂ὄρνις ἐπισυνάγει⸃ τὰ νοσσία [ll]⸀αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; 38 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν [mm]⸀ἔρημος. 39 λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ᾽ ἄρτι ἕως ἂν εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.
<- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24 ->-
a ἐὰν WH NIV RP ] ἂν Treg
b ποιήσατε καὶ τηρεῖτε WH Treg NIV ] τηρεῖν τηρεῖτε καὶ ποιεῖτε RP
c δὲ WH Treg NIV ] γὰρ RP
d βαρέα WH NIV ] + καὶ δυσβάστακτα Treg NA RP
e αὐτοὶ δὲ τῷ WH Treg NIV ] τῷ δὲ RP
f γὰρ WH Treg NIV ] δὲ RP
g κράσπεδα WH Treg NA ] + τῶν ἱματίων αὐτῶν NIV RP
h δὲ WH Treg NIV ] τε RP
i Ῥαββί WH Treg NIV ] + Ῥαββί RP
j διδάσκαλος WH Treg NIV ] καθηγητής ὁ χριστός RP
k ὑμῶν ὁ πατὴρ WH Treg NIV ] ὁ πατὴρ ὑμῶν RP
l οὐράνιος WH Treg NIV ] ἐν τοῖς οὐρανοῖς RP
m ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς WH Treg NIV ] εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής RP
n ὑψωθήσεται WH Treg NIV ] + 13 Οὐαὶ δέ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα (and re-number SBL v. 13 as 14) RP
o δὲ WH Treg NIV ] – RP
p εἰσελθεῖν WH Treg NIV RP ] + 14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα TR
q ἁγιάσας WH Treg NIV ] ἁγιάζων RP
r ἂν WH Treg NIV ] ἐὰν RP
s τυφλοί WH Treg NIV ] Μωροὶ καὶ τυφλοί RP
t κατοικοῦντι WH NIV ] κατοικήσαντι Treg RP
u τὸ ἔλεος WH Treg NIV ] τὸν ἔλεον RP
v ταῦτα NIV RP ] + δὲ WH Treg NA
w ἀφιέναι WH NIV RP ] ἀφεῖναι Treg
x οἱ Treg NIV RP ] – WH
y ἀκρασίας WH Treg NIV ] ἀδικίας RP
z καὶ τῆς παροψίδος WH Treg NIV RP ] – WHmarg NA
aa αὐτοῦ WH Treg NIV ] αὐτῶν RP
bb παρομοιάζετε WH NIV RP ] ὁμοιάζετε Treg
cc ἐστε μεστοὶ WH Treg NIV ] μεστοί ἐστε RP
dd ⸀ἤμεθα WH Treg NIV ] ἦμεν RP
ee ⸁ἤμεθα WH Treg NIV ] ἦμεν RP
ff αὐτῶν κοινωνοὶ WH Treg NIV ] κοινωνοὶ αὐτῶν RP
gg ἐξ WH Treg NIV ] καὶ ἐξ RP
hh ἥξει WH Treg NIV ] ὅτι ἥξει RP
ii ταῦτα πάντα WH NIV ] πάντα ταῦτα Treg RP
jj ἀποκτείνουσα WH Treg NIV ] ἀποκτένουσα RP
kk ὄρνις ἐπισυνάγει WH Treg NIV ] ἐπισυνάγει ὄρνις RP
ll αὐτῆς WH Treg NIV ] ἑαυτῆς RP
mm ἔρημος Treg NIV RP ] – WH