6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον [f]⸂ὃν παρῃτοῦντο⸃. 7 ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν [g]⸀στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. 8 καὶ [h]⸀ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι [i]⸀καθὼς ἐποίει αὐτοῖς. 9 ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12 ὁ δὲ Πιλᾶτος [j]⸂πάλιν ἀποκριθεὶς ἔλεγεν⸃ αὐτοῖς· Τί οὖν [k]⸀θέλετε ποιήσω [l]⸂ὃν λέγετε⸃ [m]⸀τὸν βασιλέα τῶν Ἰουδαίων; 13 οἱ δὲ πάλιν ἔκραξαν· Σταύρωσον αὐτόν. 14 ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· Τί γὰρ [n]⸂ἐποίησεν κακόν⸃; οἱ δὲ [o]⸀περισσῶς ἔκραξαν· Σταύρωσον αὐτόν. 15 ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17 καὶ [p]⸀ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον· 18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· Χαῖρε, [q]⸀βασιλεῦ τῶν Ἰουδαίων· 19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια [r]⸂τὰ ἴδια⸃. καὶ ἐξάγουσιν αὐτὸν ἵνα [s]⸀σταυρώσωσιν αὐτόν.
21 Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22 καὶ φέρουσιν αὐτὸν ἐπὶ [t]⸀τὸν [u]⸀Γολγοθᾶν τόπον, ὅ ἐστιν [v]⸀μεθερμηνευόμενον Κρανίου Τόπος. 23 καὶ ἐδίδουν [w]⸀αὐτῷ ἐσμυρνισμένον οἶνον, [x]⸀ὃς δὲ οὐκ ἔλαβεν. 24 καὶ [y]⸂σταυροῦσιν αὐτὸν καὶ⸃ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾽ αὐτὰ τίς τί ἄρῃ.
25 Ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. 26 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ βασιλεὺς τῶν Ἰουδαίων. 27 καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων [z]⸀αὐτοῦ. 29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ [aa]⸂οἰκοδομῶν ἐν τρισὶν ἡμέραις⸃, 30 σῶσον σεαυτὸν [bb]⸀καταβὰς ἀπὸ τοῦ σταυροῦ. 31 ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· 32 ὁ χριστὸς ὁ [cc]⸀βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ [dd]⸀πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι [ee]⸀σὺν αὐτῷ ὠνείδιζον αὐτόν.
33 [ff]⸂Καὶ γενομένης⸃ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 34 καὶ τῇ [gg]⸂ἐνάτῃ ὥρᾳ⸃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ [hh]⸀μεγάλῃ· Ἐλωῒ ἐλωῒ [ii]⸀λεμὰ σαβαχθάνι; ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου, εἰς τί [jj]⸂ἐγκατέλιπές με⸃; 35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· [kk]⸀Ἴδε Ἠλίαν φωνεῖ. 36 δραμὼν δέ [ll]⸂τις καὶ⸃ γεμίσας σπόγγον ὄξους [mm]⸀περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. 37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. 38 καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ᾽ ἄνωθεν ἕως κάτω. 39 ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι [nn]⸀οὕτως ἐξέπνευσεν εἶπεν· Ἀληθῶς [oo]⸂οὗτος ὁ ἄνθρωπος⸃ υἱὸς [pp]⸂θεοῦ ἦν⸃.
40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν [qq]⸀αἷς καὶ [rr]⸀Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία [ss]⸀ἡ Ἰακώβου τοῦ μικροῦ καὶ [tt]⸀Ἰωσῆτος μήτηρ καὶ Σαλώμη, 41 [uu]⸀αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν [vv]⸀προσάββατον, 43 [ww]⸀ἐλθὼν Ἰωσὴφ [xx]⸀ὁ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς [yy]⸀τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ [zz]⸀πάλαι ἀπέθανεν· 45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ []⸀πτῶμα τῷ Ἰωσήφ. 46 καὶ ἀγοράσας []⸀σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ []⸀ἔθηκεν αὐτὸν ἐν []⸀μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία []⸂ἡ Ἰωσῆτος⸃ ἐθεώρουν ποῦ []⸀τέθειται.
<- ΚΑΤΑ ΜΑΡΚΟΝ 14ΚΑΤΑ ΜΑΡΚΟΝ 16 ->-
a εὐθὺς WH Treg NIV ] εὐθέως ἐπὶ τὸ RP
b παρέδωκαν WH Treg NIV ] + τῷ RP
c αὐτῷ λέγει WH Treg NIV ] εἶπεν αὐτῷ RP
d ἐπηρώτα WH Treg NIV ] ἐπηρώτησεν RP
e κατηγοροῦσιν WH Treg NIV ] καταμαρτυροῦσιν RP
f ὃν παρῃτοῦντο WH NIV ] ὅνπερ ᾐτοῦντο Treg RP
g στασιαστῶν WH Treg NIV ] συστασιαστῶν RP
h ἀναβὰς WH Treg NIV ] ἀναβοήσας RP
i καθὼς WH NIV ] + ἀεὶ Treg RP
j πάλιν ἀποκριθεὶς ἔλεγεν WH Treg NIV ] ἀποκριθεὶς πάλιν εἶπεν RP
k θέλετε Treg NA RP ] – WH NIV
l ὃν λέγετε WH NIV RP ] – Treg
m τὸν WH Treg NIV ] – RP
n ἐποίησεν κακόν WH Treg NIV ] κακόν ἐποίησεν RP
o περισσῶς WH Treg NIV ] περισσοτέρως RP
p ἐνδιδύσκουσιν WH Treg NIV ] ἐνδύουσιν RP
q βασιλεῦ WH Treg NIV ] ὁ βασιλεὺς RP
r τὰ ἴδια Treg RP ] αὐτοῦ WH NIV
s σταυρώσωσιν WH NIV RP ] σταυρώσουσιν Treg
t τὸν WH Treg NIV ] – RP
u Γολγοθᾶν WH NIV ] Γολγοθᾶ Treg RP
v μεθερμηνευόμενον Treg NIV RP ] μεθερμηνευόμενος WH
w αὐτῷ WH Treg NIV ] + πιεῖν RP
x ὃς WH Treg NIV ] ὁ RP
y σταυροῦσιν αὐτὸν καὶ WH Treg NIV ] σταυρώσαντες αὐτὸν RP
z αὐτοῦ WH NIV ] + 28 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη Treg RP
aa οἰκοδομῶν ἐν τρισὶν ἡμέραις WH NIV ] οἰκοδομῶν τρισὶν ἡμέραις Treg; ἐν τρισὶν ἡμέραις οἰκοδομῶν RP
bb καταβὰς WH Treg NIV ] καὶ κατάβα RP
cc βασιλεὺς WH Treg NIV ] + τοῦ RP
dd πιστεύσωμεν WH Treg NIV ] + αὐτῷ RP
ee σὺν WH NIV ] – Treg RP
ff Καὶ γενομένης WH Treg NIV ] Γενομένης δὲ RP
gg ἐνάτῃ ὥρᾳ WH Treg NIV ] ὥρᾳ τῇ ἐνάτῃ RP
hh μεγάλῃ WH Treg NIV ] + λέγων RP
ii λεμὰ NIV ] λαμὰ WH Treg; λιμὰ RP
jj ἐγκατέλιπές με WH Treg NIV ] με ἐγκατέλιπες RP
kk Ἴδε WH Treg NIV ] Ἰδού RP
ll τις καὶ Treg NIV ] τις WH; εἷς καὶ RP
mm περιθεὶς WH Treg NIV ] + τε RP
nn οὕτως WH NA ] + κράξας Treg NIV RP
oo οὗτος ὁ ἄνθρωπος WH Treg NIV ] ὁ ἄνθρωπος οὗτος RP
pp θεοῦ ἦν WH NIV ] ἦν θεοῦ Treg RP
qq αἷς WH NIV ] + ἦν Treg RP
rr Μαρία Treg NIV RP ] Μαριὰμ WH
ss ἡ WH Treg NIV ] + τοῦ RP
tt Ἰωσῆτος WH Treg NIV ] Ἰωσῆ RP
uu αἳ WH NIV ] + καί Treg RP
vv προσάββατον WH NIV RP ] πρὸς σάββατον Treg
ww ἐλθὼν WH Treg NIV ] ἦλθεν RP
xx ὁ Treg NIV RP ] – WH
yy τὸν WH Treg NIV ] – RP
zz πάλαι NIV RP ] ἤδη WH Treg
πτῶμα WH Treg NIV ] σῶμα RP
σινδόνα WH Treg NIV ] + καὶ RP
ἔθηκεν WH Treg NIV ] κατέθηκεν RP
μνημείῳ Treg NIV RP ] μνήματι WH
ἡ Ἰωσῆτος WH Treg NIV ] Ἰωσῆ RP
τέθειται WH Treg NIV ] τίθεται RP