9 Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ᾽ αὐτῶν. καὶ βασιλεῖς [k]⸂ἑπτά εἰσιν⸃· 10 οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον [l]⸂αὐτὸν δεῖ⸃ μεῖναι, 11 καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν. καὶ [m]⸀αὐτὸς ὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει. 12 καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου. 13 οὗτοι μίαν [n]⸂γνώμην ἔχουσιν⸃, καὶ τὴν δύναμιν [o]⸀καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. 14 οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾽ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
15 Καὶ λέγει μοι· Τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι. 16 καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ [p]⸀γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί· 17 ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι [q]⸂μίαν γνώμην⸃ καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι [r]⸀τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ. 18 καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.
<- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 16ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 18 ->-
a ὑδάτων WH Treg NIV ] τῶν ὑδάτων τῶν RP
b γέμοντα WH NIV ] γέμον τὰ Treg; γέμον RP
c ἔχων WH NIV ] ἔχον Treg RP
d καὶ WH Treg NIV ] – RP
e χρυσίῳ WH NIV RP ] χρυσῷ Treg
f καὶ WH Treg NIV ] – RP
g ὑπάγει WH NIV ] ὑπάγειν Treg RP
h θαυμασθήσονται WH NIV ] θαυμάσονται Treg RP
i τὸ ὄνομα WH Treg NIV ] τὰ ὀνόματα RP
j τὸ θηρίον ὅτι ἦν WH Treg NIV ] ὅτι ἦν τὸ θηρίον RP
k ἑπτά εἰσιν WH Treg NIV ] εἰσιν ἑπτὰ RP
l αὐτὸν δεῖ WH Treg NIV ] δεῖ αὐτὸν RP
m αὐτὸς WH NIV RP ] οὗτος Treg
n γνώμην ἔχουσιν WH Treg NIV ] ἔχουσιν γνώμην RP
o καὶ WH Treg NIV ] + τὴν RP
p γυμνήν WH Treg NIV ] + ποιήσουσιν αὐτήν RP
q μίαν γνώμην WH Treg NIV ] γνώμην μίαν RP
r τελεσθήσονται WH Treg NIV ] τελεσθῶσιν RP