1 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ᾽ ἐμοῦ, λέγων· Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι. μετὰ ταῦτα 2 [a]⸀εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος, 3 [b]⸂καὶ ὁ καθήμενος⸃ ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου [c]⸂ὅμοιος ὁράσει σμαραγδίνῳ⸃. 4 καὶ κυκλόθεν τοῦ θρόνου [d]⸀θρόνοι εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς [e]⸀θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους [f]⸀ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. 5 καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, [g]⸀ἅ εἰσιν [h]⸀τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, 6 καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ.
-
a εὐθέως WH Treg NIV ] Καὶ εὐθέως RP
b καὶ ὁ καθήμενος WH Treg NIV ] – RP
c ὅμοιος ὁράσει σμαραγδίνῳ WH Treg NIV ] ὁμοίως ὅρασις σμαραγδίνων RP
d θρόνοι WH Treg RP ] θρόνους NIV
e θρόνους WH Treg NIV ] + τοὺς RP
f ἐν Treg NIV RP ] – WH
g ἅ WH NIV ] αἵ Treg; αὐτοῦ αἵ RP
h τὰ WH Treg NIV ] – RP
i ἔχων WH Treg NIV ] ἔχον RP
j τὸ πρόσωπον ὡς WH Treg NIV ] πρόσωπον RP
k καθ᾽ ἓν WH NIV RP ] ἕκαστον Treg
l αὐτῶν WH Treg NIV ] – RP
m ἔχων WH Treg NIV ] ἔχον RP
n δώσουσιν WH Treg NIV ] δῶσιν RP
o τῷ θρόνῳ Treg NIV ] τοῦ θρόνου WH RP
p ἡμῶν WH Treg NIV ] + ὁ ἅγιος RP
q τὰ WH Treg NIV ] – RP