5 Μωϋσῆς γὰρ γράφει [d]⸂ὅτι τὴν δικαιοσύνην τὴν ἐκ [e]⸀τοῦ νόμου⸃ ὁ [f]⸀ποιήσας ἄνθρωπος ζήσεται ἐν [g]⸀αὐτῇ. 6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ᾽ ἔστιν Χριστὸν καταγαγεῖν· 7 ἤ· Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ᾽ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. 8 ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτ᾽ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. 9 ὅτι ἐὰν [h]⸀ὁμολογήσῃς ἐν τῷ στόματί [i]⸀σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· 11 λέγει γὰρ ἡ γραφή· Πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται. 12 οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· 13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.
14 Πῶς οὖν [j]⸀ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ [k]⸀πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ [l]⸀ἀκούσωσιν χωρὶς κηρύσσοντος; 15 πῶς δὲ [m]⸀κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; [n]⸀καθὼς γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν [o]⸀εὐαγγελιζομένων [p]⸀τὰ ἀγαθά. 16 ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἠσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; 17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος [q]⸀Χριστοῦ.
18 Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. 19 ἀλλὰ λέγω, μὴ [r]⸂Ἰσραὴλ οὐκ ἔγνω⸃; πρῶτος Μωϋσῆς λέγει· Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει, ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. 20 Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· Εὑρέθην [s]⸀ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς [t]⸀ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. 21 πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.
<- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 11 ->-
a δέησις WH Treg NIV ] + ἡ RP
b αὐτῶν WH Treg NIV ] τοῦ Ἰσραήλ ἐστιν RP
c ἰδίαν WH Treg ] + δικαιοσύνην NIV RP
d ὅτι τὴν … νόμου WH ] τὴν … νόμου ὅτι Treg NIV RP
e τοῦ NIV RP ] – WH Treg
f ποιήσας WH ] + αὐτὰ Treg NIV RP
g αὐτῇ WH Treg ] αὐτοῖς NIV RP
h ὁμολογήσῃς Treg NIV RP ] + τὸ ῥῆμα WH
i σου Treg NIV RP ] + ὅτι WH
j ἐπικαλέσωνται WH Treg NIV ] ἐπικαλέσονται RP
k πιστεύσωσιν WH Treg NIV ] πιστεύσουσιν RP
l ἀκούσωσιν WH Treg NIV ] ἀκούσουσιν RP
m κηρύξωσιν WH Treg NIV ] κηρύξουσιν RP
n καθὼς Treg NIV RP ] καθάπερ WH
o εὐαγγελιζομένων WH Treg NIV ] + εἰρήνην τῶν εὐαγγελιζομένων RP
p τὰ NIV RP ] – WH Treg
q Χριστοῦ WH Treg NIV ] θεοῦ RP
r Ἰσραὴλ οὐκ ἔγνω WH Treg NIV ] οὐκ ἔγνω Ἰσραὴλ RP
s ἐν Treg NIV ] – WH RP
t ἐγενόμην WH NIV RP ] + ἐν Treg