25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε * ⸂ παρ᾽ RP f 35 TR NA27+28 NIV73 ¦ ἐν TNT2 WH NA25 NIV11 ¦ – SBL ⸂παρ᾽⸃ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· 26 καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται, Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· 27 καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. 28 Κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι᾽ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογήν, ἀγαπητοὶ διὰ τοὺς πατέρας. 29 Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ. 30 Ὥσπερ γὰρ * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL ⸋καὶ⸌ ὑμεῖς ποτὲ ἠπειθήσατε τῷ θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ· 31 οὕτως * ⸂ καὶ οὗτοι νῦν … καὶ αὐτοὶ RP f 35 TR TNT2 ¦ καὶ οὗτοι νῦν … καὶ αὐτοὶ νῦν WH NA NIV SBL ⸂καὶ οὗτοι νῦν ἠπείθησαν, τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ⸃ ἐλεηθῶσιν· 32 συνέκλεισεν γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.
33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ. Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. 34 Τίς γὰρ ἔγνω νοῦν κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; 35 Ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; 36 Ὅτι ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
<- ΡΩΜΑΙΟΥΣ 10ΡΩΜΑΙΟΥΣ 12 ->-
a ⸋ λέγων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
b ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
c ⸋ Εἰ δὲ ἐξ ἔργων … οὐκέτι ἐστὶν ἔργον. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
d ⸂ τοῦτο RP TNT2 WH NA NIV SBL ¦ τούτου f 35 TR
e ⸂ καθὼς RP f 35 TR NA27+28 NIV SBL ¦ καθάπερ TNT2 WH NA25
f ⸂ γὰρ RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
g ⸆ – RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL
h ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
i ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ οἱ TR
j ⸂ ὑψηλοφρόνει RP f 35 TR ¦ ὑψηλὰ φρόνει TNT2 WH NA NIV SBL
k ⸋ μήπως RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL
l ⸂ χρηστότητα καὶ ἀποτομίαν θεοῦ … ἀποτομίαν … χρηστότητα RP f 35 TR ¦ χρηστότητα καὶ ἀποτομίαν θεοῦ … ἀποτομία … χρηστότης θεοῦ TNT2 WH NA NIV SBL
m ⸂ ἐπιμείνωσιν RP f 35 ¦ ἐπιμείνωσι TR ¦ ἐπιμένωσιν TNT2 NA NIV ¦ ἐπιμένωσι WH SBL
n ⸉ ὁ θεός ἐστιν RP f 35 ¦ ἐστιν ὁ θεός TR TNT2 WH NA NIV SBL
o ⸂ παρ᾽ RP f 35 TR NA27+28 NIV73 ¦ ἐν TNT2 WH NA25 NIV11 ¦ – SBL
p ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
q ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
r ⸂ καὶ οὗτοι νῦν … καὶ αὐτοὶ RP f 35 TR TNT2 ¦ καὶ οὗτοι νῦν … καὶ αὐτοὶ νῦν WH NA NIV SBL