6 [d]Νυνὶ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; 7 Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλός, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ [e]διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; 8 Καὶ γὰρ ἐὰν ἄδηλον [f]φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; 9 Οὕτω καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10 Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν [g]ἐστιν ἐν κόσμῳ καὶ οὐδὲν [h]αὐτῶν ἄφωνον. 11 Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12 Οὕτω καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
13 [i]Διόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14 Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. 15 Τί οὖν ἐστι; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. 16 Ἐπεὶ ἐὰν [j]εὐλογήσῃς [k]τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδε; 17 Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. 18 Εὐχαριστῶ τῷ Θεῷ [l]μου, πάντων ὑμῶν μᾶλλον γλώσσαις [m]λαλῶν· 19 † αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους [o]διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
20 Ἀδελφοί, μὴ παιδία [p]γίνεσθε ταῖς φρεσίν· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι [q]γίνεσθε. 21 Ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν [r]ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. 22 Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία, οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. 23 Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτό, καὶ πάντες [s]γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24 Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25 [t]καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ [u]γίνεται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ ἀπαγγέλλων ὅτι [v]Ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστι.
26 Τί οὖν ἐστιν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος [w]ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, [x]γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, [y]ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν [z]γινέσθω. 27 Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28 ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. 29 Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν. 30 Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31 Δύνασθε γὰρ καθ᾽ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶνται· 32 καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. 33 Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεός, ‡ αλλα ¦ αλλ NA28 PCK TRἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
34 Αἱ γυναῖκες [bb]ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ [cc]ἐπιτέτραπται αὐταῖς λαλεῖν, † αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ [ee]ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. 35 Εἰ δέ τι [ff]μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστι [gg]γυναιξὶν [hh]ἐν ἐκκλησίᾳ λαλεῖν. 36 Ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; Ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, [ii]ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι [jj]Κυρίου [kk]εἰσὶν ἐντολαί. 38 Εἰ δέ τις ἀγνοεῖ, [ll]ἀγνοείτω. 39 Ὥστε, [mm]ἀδελφοί, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν [nn]γλώσσαις μὴ κωλύετε· 40 [oo]πάντα εὐσχημόνως καὶ κατὰ τάξιν [pp]γινέσθω.
<- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 13ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 15 ->-
a τω ¦ — CT
b γαρ ¦ δε CT
c διερμηνευει ¦ διερμηνευη CT TR
d νυνι ¦ νυν CT
e διδω ¦ δω CT TR
f φωνην σαλπιγξ ¦ σαλπιγξ φωνην NA TH WH
g εστιν ¦ εισιν CT
h αυτων 89.7% ¦ — CT SCR 7%
i διοπερ ¦ διο CT
j ευλογησης ¦ ευλογης CT
k τω ¦ εν NA WH ¦ — SBL TH
l μου ¦ — CT
m λαλων ¦ λαλω CT
n αλλ ¦ αλλα NA27 SBL TH WH
o δια του νοος 88.8% ¦ τω νοι CT 7.8%
p γινεσθε ¦ γεινεσθε TH
q γινεσθε ¦ γεινεσθε TH
r ετεροις ¦ ετερων CT
s γλωσσαις λαλωσιν ¦ λαλωσι γλωσσαις CT
t και ουτω 92.9% ¦ — CT 5.6%
u γινεται ¦ γεινεται TH
v ο θεος οντως ¦ οντως ο θεος CT PCK
w υμων 95% ¦ — CT 2.7%
x γλωσσαν εχει αποκαλυψιν ¦ αποκαλυψιν εχει γλωσσαν CT
y ερμηνειαν ¦ ερμηνιαν TH WH
z γινεσθω ¦ γενεσθω TR ¦ γεινεσθω TH
aa αλλα ¦ αλλ NA28 PCK TR
bb υμων ¦ — CT
cc επιτετραπται ¦ επιτρεπεται CT
dd αλλ ¦ αλλα NA27 SBL TH WH
ee υποτασσεσθαι ¦ υποτασσεσθωσαν CT
ff μαθειν ¦ μανθανειν WH
gg γυναιξιν ¦ γυναικι CT
hh εν εκκλησια λαλειν ¦ λαλειν εν εκκλησια CT
ii επιγινωσκετω ¦ επιγεινωσκετω TH
jj κυριου ¦ του κυριου ANT TR
kk εισιν εντολαι ¦ εστιν εντολη NA TH WH ¦ εστιν SBL
ll αγνοειτω ¦ αγνοειται CT
mm αδελφοι ¦ αδελφοι μου CT
nn γλωσσαις μη κωλυετε ¦ μη κωλυετε γλωσσαις CT
oo παντα ¦ παντα δε CT
pp γινεσθω ¦ γεινεσθω TH