2 Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. 3 [a]Οὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γάρ, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ [b]συζῇν. 4 Πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
5 Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ᾽ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. 6 Ἀλλ᾽ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς, ὁ Θεός, ἐν τῇ παρουσίᾳ Τίτου· 7 οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ᾽ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι. 8 Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην· βλέπω [c]γὰρ ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς. 9 Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ᾽ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ Θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. 10 Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον [d]κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. 11 Ἰδοὺ γάρ, αὐτὸ τοῦτο, τὸ κατὰ Θεὸν λυπηθῆναι [e]ὑμᾶς, πόσην κατειργάσατο ὑμῖν σπουδήν, † αλλα ¦ αλλ NA28ἀλλὰ ἀπολογίαν, ‡ αλλα ¦ αλλ NA28ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, § αλλα ¦ αλλ NA28 PCKἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, * αλλα ¦ αλλ NA28 PCK TRἀλλὰ ἐκδίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι [j]ἐν τῷ πράγματι. 12 Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ [k]εἵνεκεν τοῦ ἀδικήσαντος, [l]οὐδὲ [m]εἵνεκεν τοῦ ἀδικηθέντος, ἀλλ᾽ [n]εἵνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν [o]ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ Θεοῦ. 13 Διὰ τοῦτο παρακεκλήμεθα.
-
a ου προς κατακρισιν ¦ προς κατακρισιν ου CT
b συζην ¦ συνζην TH WH
c γαρ ¦ — SBL WH
d κατεργαζεται ¦ εργαζεται CT
e υμας ¦ — CT
f αλλα ¦ αλλ NA28
g αλλα ¦ αλλ NA28
h αλλα ¦ αλλ NA28 PCK
i αλλα ¦ αλλ NA28 PCK TR
j εν ¦ — CT
k εινεκεν ¦ ενεκεν BYZ CT
l ουδε ¦ αλλ ουδε WH
m εινεκεν ¦ ενεκεν BYZ CT
n εινεκεν ¦ ενεκεν BYZ CT
o υμων την υπερ ημων ¦ ημων την υπερ υμων SCR
p δε τη παρακλησει υμων περισσοτερως ¦ τη παρακλησει υμων περισσοτερως δε BYZ PCK TR ¦ δε τη παρακλησει ημων περισσοτερως CT
q η ¦ — WH
r χαιρω ¦ χαιρω ουν SCR