6 Συνήχθησαν § δε ¦ τε ECM† NA SBL WHδὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. 7 Πολλῆς δὲ * συζητησεως ¦ ζητησεως ECM† NA SBL TH WHσυζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπε πρὸς αὐτούς, Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾽ ἡμερῶν ἀρχαίων [n]ὁ Θεὸς [o]ἐν ἡμῖν [p]ἐξελέξατο, διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου, καὶ πιστεῦσαι. 8 Καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς, δοὺς [q]αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καθὼς καὶ ἡμῖν· 9 καὶ [r]οὐδὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. 10 Νῦν οὖν τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; 11 Ἀλλὰ διὰ τῆς χάριτος [s]τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι, καθ᾽ ὃν τρόπον κἀκεῖνοι.
12 Ἐσίγησε δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσι δι᾽ αὐτῶν. 13 Μετὰ δὲ τὸ σιγῆσαι αὐτούς, ἀπεκρίθη Ἰάκωβος λέγων, Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου· 14 Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν [t]ἐπὶ τῷ ὀνόματι αὐτοῦ. 15 Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται,
22 Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν [cc]Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν [dd]ἐπικαλούμενον [ee]Βαρσαββᾶν, καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, 23 γράψαντες διὰ χειρὸς αὐτῶν [ff]τάδε, Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι [gg]καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ [hh]τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν, χαίρειν· 24 ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν [ii]ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, [jj]λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα· 25 ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδόν, [kk]ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, 26 ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 27 Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. 28 Ἔδοξε γὰρ τῷ † αγιω πνευματι ¦ πνευματι τω αγιω ECM† NA SBL TH WHἉγίῳ Πνεύματι, καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν [mm]τῶν ἐπάναγκες τούτων, 29 ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ § πνικτου ¦ πνικτων ECM† NA SBL TH WHπνικτοῦ καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτούς, εὖ πράξετε. Ἔρρωσθε.
30 Οἱ μὲν οὖν ἀπολυθέντες [oo]ἦλθον εἰς Ἀντιόχειαν· καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν. 31 Ἀναγνόντες δέ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. 32 Ἰούδας [pp]τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφούς, καὶ ἐπεστήριξαν. 33 Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ᾽ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς [qq]ἀποστόλους. 35 [rr]Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ Κυρίου.
36 Μετὰ δέ τινας ἡμέρας εἶπε [ss]Παῦλος πρὸς Βαρνάβαν, Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς [tt]ἡμῶν κατὰ [uu]πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσι. 37 Βαρνάβας δὲ [vv]ἐβουλεύσατο [ww]συμπαραλαβεῖν [xx]τὸν [yy]Ἰωάννην, τὸν [zz]καλούμενον Μάρκον. 38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ᾽ αὐτῶν ἀπὸ Παμφυλίας, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ []συμπαραλαβεῖν τοῦτον. 39 Ἐγένετο []οὖν παροξυσμός, ὥστε []ἀποχωρισθῆναι αὐτοὺς ἀπ᾽ ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον· 40 Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθε, παραδοθεὶς τῇ χάριτι τοῦ § θεου ¦ κυριου ECM† NA SBL TH WHΘεοῦ ὑπὸ τῶν ἀδελφῶν. 41 Διήρχετο δὲ τὴν Συρίαν καὶ []Κιλικίαν, ἐπιστηρίζων τὰς ἐκκλησίας.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 14ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 16 ->-
a περιτεμνησθε ¦ περιτμηθητε CT
b μωυσεως ¦ μωσεως HF ¦ μωυσεος PCK ¦ τω μωυσεως ECM† NA SBL TH WH
c ουν ¦ δε CT
d ζητησεως ¦ συζητησεως TR
e φοινικην ¦ τε φοινικην ECM† NA SBL TH WH
f σαμαρειαν ¦ σαμαριαν WH
g ιερουσαλημ ¦ ιεροσολυμα SBL TH WH
h απεδεχθησαν ¦ παρεδεχθησαν ECM† NA SBL TH WH
i υπο ¦ απο NA SBL WH
j αυτων ¦ αυτων και οτι ηνοιξε τοις εθνεσι θυραν πιστεως ANT
k μωυσεως ¦ μωσεως HF PCK
l δε ¦ τε ECM† NA SBL WH
m συζητησεως ¦ ζητησεως ECM† NA SBL TH WH
n ο θεος ¦ — CT
o εν ημιν 61.8% ¦ εν υμιν CT PCK 34%
p εξελεξατο ¦ εξελεξατο ο θεος CT
q αυτοις ¦ — CT
r ουδεν ¦ ουθεν CT
s του κυριου ιησου ¦ κυριου ιησου χριστου TR
t επι ¦ — CT
u δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
v κατεσκαμμενα ¦ κατεστραμμενα WH
w ο ¦ — NA SBL WH
x παντα γνωστα απ αιωνος εστι τω θεω παντα τα εργα αυτου 70.4% ¦ γνωστα απ αιωνος CT 3.7%
y αλλα ¦ αλλ ECM NA28 PCK
z απο ¦ — CT
aa του ¦ — WH
bb μωυσης ¦ μωσης HF PCK TR
cc παυλω ¦ τω παυλω ANT CT TR
dd επικαλουμενον ¦ καλουμενον CT
ee βαρσαββαν ¦ βαρσαβαν BYZ PCK TR
ff ταδε 90.9% ¦ — CT 1.2%
gg και οι ¦ — CT
hh την ¦ — PCK
ii εξελθοντες 94.4% ¦ — WH 1.7%
jj λεγοντες περιτεμνεσθαι και τηρειν τον νομον ¦ — CT
kk εκλεξαμενους ¦ εκλεξαμενοις ECM NA PCK SBL WH
ll αγιω πνευματι ¦ πνευματι τω αγιω ECM† NA SBL TH WH
mm των επαναγκες τουτων ¦ τουτων των επαναγκες CT
nn πνικτου ¦ πνικτων ECM† NA SBL TH WH
oo ηλθον ¦ κατηλθον CT
pp τε ¦ δε SCR
qq αποστολους ¦ αποστειλαντας αυτους CT
rr παυλος 69.3% ¦ 34 εδοξε δε τω σιλα επιμειναι αυτου 35 παυλος ANT ECM TR 18% [Note: ECM encloses verse 34 with double brackets.]
ss παυλος προς βαρναβαν ¦ προς βαρναβαν παυλος CT
tt ημων ¦ — CT
uu πασαν πολιν ¦ πολιν πασαν CT
vv εβουλευσατο ¦ εβουλετο CT
ww συμπαραλαβειν ¦ συνπαραλαβειν TH WH
xx τον ¦ και ECM PCK ¦ και τον NA SBL TH WH
yy ιωαννην ¦ ιωανην WH
zz καλουμενον ¦ επικαλουμενον ANT
συμπαραλαβειν ¦ συμπαραλαμβανειν ECM NA SBL ¦ συνπαραλαμβανειν TH WH
ουν ¦ δε CT
αποχωρισθηναι ¦ χωρισθηναι PCK
θεου ¦ κυριου ECM† NA SBL TH WH
κιλικιαν ¦ την κιλικιαν NA SBL WH