1 Καὶ ἐν τῷ [a]συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν [b]ἅπαντες [c]ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. 2 Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι. 3 Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, [d]ἐκάθισέ τε ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν. 4 Καὶ ἐπλήσθησαν [e]ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου [f]αὐτοῖς ἀποφθέγγεσθαι.
5 Ἦσαν δὲ [g]ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν. 6 Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι [h]ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. 7 Ἐξίσταντο δὲ * παντες ¦ — ECM† HF NA PCK SBL WHπάντες καὶ ἐθαύμαζον, λέγοντες [j]πρὸς ἀλλήλους, [k]Οὐκ ἰδοὺ § παντες ¦ απαντες ECM† NAπάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; 8 Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν; 9 Πάρθοι καὶ Μῆδοι καὶ [m]Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, 11 Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ. 12 Ἐξίσταντο δὲ πάντες καὶ [n]διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες, Τί [o]ἂν θέλοι τοῦτο εἶναι; 13 Ἕτεροι δὲ [p]χλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσί.
14 Σταθεὶς δὲ [q]Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρε τὴν φωνὴν αὐτοῦ, καὶ [r]ἀπεφθέγξατο αὐτοῖς, Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ [s]ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. 15 Οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας· 16 ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ,
22 Ἄνδρες [x]Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα * απο του θεου αποδεδειγμενον ¦ αποδεδειγμενον απο του θεου ECM† NA SBL TH WHἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησε δι᾽ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς [z]καὶ αὐτοὶ οἴδατε, 23 τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον [aa]λαβόντες, διὰ [bb]χειρῶν ἀνόμων προσπήξαντες [cc]ἀνείλετε· 24 ὃν ὁ Θεὸς ἀνέστησε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾽ αὐτοῦ. 25 [dd]Δαυὶδ γὰρ λέγει εἰς αὐτόν,
29 Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου [jj]Δαυίδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. 30 Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεός, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ [kk]τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστόν, καθίσαι ἐπὶ [ll]τοῦ θρόνου αὐτοῦ, 31 προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι [mm]οὐ [nn]κατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς [oo]ᾍδου, [pp]οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. 32 Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. 33 Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ [qq]Ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ πατρός, ἐξέχεε τοῦτο ὃ [rr]νῦν ὑμεῖς [ss]βλέπετε καὶ ἀκούετε. 34 Οὐ γὰρ [tt]Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός,
37 Ἀκούσαντες δὲ κατενύγησαν * τη καρδια ¦ την καρδιαν ECM† NA SBL TH WHτῇ καρδίᾳ, [xx]εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, Τί [yy]ποιήσομεν, ἄνδρες ἀδελφοί; 38 [zz]Πέτρος δὲ ἔφη πρὸς αὐτούς, Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν []ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν † αμαρτιων 94.8% ¦ των αμαρτιων υμων ECM† NA SBL TH WH 1.8%ἁμαρτιῶν, καὶ []λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος. 39 Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσι τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν. 40 Ἑτέροις τε λόγοις πλείοσι []διεμαρτύρετο καὶ * παρεκαλει ¦ παρεκαλει αυτους ECM† NA SBL TH WHπαρεκάλει λέγων, Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. 41 Οἱ μὲν οὖν []ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν· καὶ προσετέθησαν []τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. 42 Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, []καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
43 * εγενετο ¦ εγινετο ECM† NA SBL TH WHἘγένετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά []τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. 44 Πάντες δὲ οἱ []πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτό, καὶ εἶχον ἅπαντα κοινά, 45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσι, καθότι ἄν τις χρείαν εἶχε. 46 Καθ᾽ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾽ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, 47 αἰνοῦντες τὸν Θεόν, καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ᾽ ἡμέραν []τῇ ἐκκλησίᾳ.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 1ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 3 ->-
a συμπληρουσθαι ¦ συνπληρουσθαι TH WH
b απαντες ¦ παντες CT
c ομοθυμαδον 94.1% ¦ ομου CT 2.3%
d εκαθισε τε ¦ και εκαθισεν NA SBL TH WH
e απαντες ¦ παντες CT
f αυτοις αποφθεγγεσθαι ¦ αποφθεγγεσθαι αυτοις CT
g εν ¦ εις NA
h ηκουον ¦ ηκουσεν WH
i παντες ¦ — ECM† HF NA PCK SBL WH
j προς αλληλους 94.2% ¦ — CT 2.7%
k ουκ ¦ ουχ ECM NA SBL TH ¦ ουχι WH
l παντες ¦ απαντες ECM† NA
m ελαμιται ¦ ελαμειται TH WH
n διηπορουν ¦ διηπορουντο WH
o αν θελοι ¦ θελει CT
p χλευαζοντες ¦ διαχλευαζοντες CT PCK
q πετρος ¦ ο πετρος CT
r απεφθεγξατο ¦ επεφθεγξατο PCK
s απαντες ¦ παντες CT
t ενυπνια ¦ ενυπνιοις CT
u η ¦ — NA TH WH
v την ¦ — NA SBL TH WH
w αν ¦ εαν SBL WH
x ισραηλιται ¦ ισραηλειται TH WH
y απο του θεου αποδεδειγμενον ¦ αποδεδειγμενον απο του θεου ECM† NA SBL TH WH
z και ¦ — CT
aa λαβοντες 95.1% ¦ — CT 2.7%
bb χειρων ¦ χειρος CT
cc ανειλετε ¦ ανειλατε CT
dd δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
ee προωρωμην ¦ προορωμην CT
ff ευφρανθη ¦ ηυφρανθη CT
gg η καρδια μου ¦ μου η καρδια WH
hh εγκαταλειψεις ¦ ενκαταλειψεις TH WH
ii αδου ¦ αδην CT
jj δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
kk το κατα σαρκα αναστησειν τον χριστον 75.9% ¦ — CT 2.4%
ll του θρονου ¦ τον θρονον CT
mm ου ¦ ουτε CT
nn κατελειφθη η ψυχη αυτου 68% ¦ εγκατελειφθη (εν- TH WH) ECM NA SBL 1.6%
oo αδου ¦ αδην ECM NA SBL WH
pp ουδε ¦ ουτε CT
qq αγιου πνευματος ¦ πνευματος του αγιου CT
rr νυν ¦ — CT
ss βλεπετε ¦ και βλεπετε NA WH
tt δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
uu ο ¦ — WH
vv και χριστον αυτον ο θεος εποιησε ¦ αυτον και χριστον εποιησεν ο θεος ECM† NA SBL WH ¦ αυτον και χριστον ο θεος εποιησε ECM* TH
ww τη καρδια ¦ την καρδιαν ECM† NA SBL TH WH
xx ειπον ¦ ειπαν WH
yy ποιησομεν ¦ ποιησωμεν BYZ CT HF
zz πετρος δε εφη προς αυτους μετανοησατε ¦ ειπε δε πετρος προς αυτους μετανοησατε PCK ¦ πετρος δε προς αυτους μετανοησατε φησι ECM NA TH ¦ πετρος δε προς αυτους μετανοησατε SBL WH
επι ¦ εν WH
αμαρτιων 94.8% ¦ των αμαρτιων υμων ECM† NA SBL TH WH 1.8%
ληψεσθε ¦ λημψεσθε CT
διεμαρτυρετο ¦ διεμαρτυρατο CT PCK
παρεκαλει ¦ παρεκαλει αυτους ECM† NA SBL TH WH
ασμενως ¦ — CT
τη ¦ εν τη CT
και ¦ — CT
εγενετο ¦ εγινετο ECM† NA SBL TH WH
τε ¦ δε WH
πιστευοντες ησαν επι το αυτο και ¦ πιστευσαντες επι το αυτο WH
τη εκκλησια επι το αυτο δε πετρος 86.6% ¦ επι το αυτο πετρος δε CT 2.4%