7 Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων [m]τῶν μαθητῶν [n]κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέ τε τὸν λόγον μέχρι μεσονυκτίου. 8 Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ [o]ἦμεν συνηγμένοι. 9 [p]Καθήμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. 10 Καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ, καὶ [q]συμπεριλαβὼν εἶπε, Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. 11 Ἀναβὰς δὲ καὶ κλάσας [r]ἄρτον καὶ γευσάμενος, ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. 12 Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
13 Ἡμεῖς δέ, ‡ προσελθοντες ¦ προελθοντες ANT ECM† NA SBL TR WHπροσελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν [t]εἰς τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτω γὰρ [u]ἦν διατεταγμένος, μέλλων αὐτὸς πεζεύειν. 14 Ὡς δὲ † συνεβαλεν ¦ συνεβαλλεν ECM† NA SBL TH WHσυνέβαλεν ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην. 15 Κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν [w]ἀντικρὺ Χίου· τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον· [x]καὶ μείναντες ἐν Τρωγυλλίῳ, τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον. 16 [y]Ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γάρ, εἰ δυνατὸν [z]ἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. 18 Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς, Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας [aa]ἀφ᾽ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, 19 δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ [bb]πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· 20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους, 21 διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς * τον ¦ — ECM† NA PCK SBL TH WHτὸν Θεὸν μετάνοιαν, καὶ πίστιν [dd]τὴν εἰς τὸν Κύριον ἡμῶν [ee]Ἰησοῦν. 22 Καὶ νῦν ἰδού, [ff]ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ [gg]συναντήσοντά [hh]μοι μὴ εἰδώς, 23 πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν [ii]διαμαρτύρεται λέγον ὅτι δεσμά [jj]με καὶ θλίψεις μένουσιν. 24 Ἀλλ᾽ οὐδενὸς [kk]λόγον ποιοῦμαι, οὐδὲ ἔχω τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, ὡς [ll]τελειῶσαι τὸν δρόμον μου [mm]μετὰ χαρᾶς, καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.
25 Καὶ νῦν ἰδού, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν [nn]τοῦ Θεοῦ. 26 [oo]Διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρὸς [pp]ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. 27 Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι [qq]ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. 28 Προσέχετε [rr]οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ [ss]Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ [tt]ἰδίου αἵματος. 29 Ἐγὼ [uu]γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου· 30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω [vv]αὐτῶν. 31 Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. 32 Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, [ww]ἀδελφοί, τῷ [xx]Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ [yy]ἐποικοδομῆσαι, καὶ δοῦναι § υμιν ¦ την ECM† NA SBL TH WH ¦ — ECM*ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. 33 Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα. 34 []Αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. 35 Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε []τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε, Μακάριόν ἐστι []μᾶλλον διδόναι ἢ λαμβάνειν.
36 Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσιν αὐτοῖς προσηύξατο. 37 Ἱκανὸς δὲ []ἐγένετο κλαυθμὸς πάντων· καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, 38 ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσι τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 19ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 21 ->-
a προσκαλεσαμενος ¦ μεταπεμψαμενος CT
b ασπασαμενος ¦ παρακαλεσας ασπασαμενος CT
c πορευθηναι ¦ πορευεσθαι CT
d την ¦ — ANT CT
e αυτω επιβουλης ¦ επιβουλης αυτω ECM† NA PCK SBL TH WH
f γνωμη ¦ γνωμης CT
g αχρι της ασιας 96.2% ¦ — ECM NA SBL WH 1.1%
h σωπατρος ¦ σωπατρος πυρρου CT
i βεροιαιος ¦ βερροιαιος PCK
j ουτοι ¦ ουτοι δε CT
k προσελθοντες ¦ προελθοντες ANT NA PCK TR
l ου ¦ οπου NA
m των μαθητων ¦ ημων CT
n κλασαι ¦ του κλασαι TR
o ημεν ¦ ησαν TR
p καθημενος ¦ καθεζομενος CT
q συμπεριλαβων ¦ συνπεριλαβων TH WH
r αρτον ¦ τον αρτον CT
s προσελθοντες ¦ προελθοντες ANT ECM† NA SBL TR WH
t εις ¦ επι CT
u ην διατεταγμενος ¦ διατεταγμενος ην CT
v συνεβαλεν ¦ συνεβαλλεν ECM† NA SBL TH WH
w αντικρυ ¦ αντικρυς CT
x και μειναντες εν τρωγυλλιω (τρωγυλιω ANT PCK) τη 82.1% ¦ τη δε CT 4%
y εκρινε ¦ κεκρικει CT
z ην ¦ ειη CT
aa αφ ¦ — PCK
bb πολλων ¦ — CT
cc τον ¦ — ECM† NA PCK SBL TH WH
dd την ¦ — CT
ee ιησουν ¦ ιησουν χριστον ANT ECM TR
ff εγω δεδεμενος ¦ δεδεμενος εγω CT
gg συναντησοντα ¦ συναντησαντα ECM*
hh μοι ¦ εμοι WH
ii διαμαρτυρεται ¦ διαμαρτυρεται μοι CT
jj με και θλιψεις ¦ και θλιψεις με CT
kk λογον ποιουμαι ουδε εχω την ψυχην μου 77.6% ¦ λογου ποιουμαι την ψυχην CT 1.2%
ll τελειωσαι ¦ τελειωσω WH
mm μετα χαρας 96% ¦ — CT 2.9%
nn του θεου ¦ — CT
oo διοτι ¦ διο ANT BYZ HF PCK TR
pp εγω ¦ ειμι CT
qq υμιν πασαν την βουλην του θεου ¦ πασαν την βουλην του θεου υμιν CT
rr ουν ¦ — CT
ss κυριου και θεου ¦ θεου ECM NA SBL TR WH ¦ κυριου TH
tt ιδιου αιματος ¦ αιματος του ιδιου CT
uu γαρ οιδα τουτο 90.9% ¦ οιδα CT 4.1%
vv αυτων ¦ εαυτων SBL TH WH
ww αδελφοι ¦ — CT
xx θεω ¦ κυριω WH
yy εποικοδομησαι ¦ οικοδομησαι CT
zz υμιν ¦ την ECM† NA SBL TH WH ¦ — ECM*
αυτοι ¦ αυτοι δε TR
των λογων ¦ του λογου PCK ¦ τον λογον ANT
μαλλον διδοναι ¦ διδοναι μαλλον TR
εγενετο κλαυθμος ¦ κλαυθμος εγενετο CT PCK