6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ, περὶ μεσημβρίαν, ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ. 7 [c]Ἔπεσά τε εἰς τὸ ἔδαφος, καὶ ἤκουσα φωνῆς λεγούσης μοι, Σαούλ, Σαούλ, τί με διώκεις; 8 Ἐγὼ δὲ ἀπεκρίθην, Τίς εἶ, Κύριε; Εἶπέ τε πρός [d]με, Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις. 9 Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, [e]καὶ ἔμφοβοι ἐγένοντο· τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. 10 Εἶπον δέ, Τί ποιήσω, Κύριε; Ὁ δὲ Κύριος εἶπε πρός με, Ἀναστὰς πορεύου εἰς Δαμασκόν· κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. 11 Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν.
12 Ἀνανίας δέ τις, ἀνὴρ [f]εὐσεβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν [g]κατοικούντων Ἰουδαίων, 13 ἐλθὼν πρός [h]με καὶ ἐπιστὰς εἶπέ μοι, Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. 14 Ὁ δὲ εἶπεν, Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον, καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ. 15 Ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. 16 Καὶ νῦν τί μέλλεις; Ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα [i]τοῦ Κυρίου.
17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλήμ, καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, 18 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ· διότι οὐ παραδέξονταί σου [j]τὴν μαρτυρίαν περὶ ἐμοῦ. 19 Κἀγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ [k]δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας [l]ἐπὶ σέ· 20 καὶ ὅτε [m]ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν [n]τῇ ἀναιρέσει αὐτοῦ, [o]φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. 21 Καὶ εἶπε πρός με, Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ [p]καθῆκεν αὐτὸν ζῇν. 23 [q]Κραζόντων † δε ¦ τε ECM† NA SBL TH WHδὲ αὐτῶν, καὶ [s]ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, 24 ἐκέλευσεν [t]αὐτὸν ὁ χιλίαρχος ἄγεσθαι εἰς τὴν παρεμβολήν, [u]εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτόν, ἵνα ἐπιγνῷ δι᾽ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. 25 Ὡς δὲ [v]προέτεινεν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος, Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; 26 Ἀκούσας δὲ ὁ [w]ἑκατόνταρχος, προσελθὼν [x]ἀπήγγειλε τῷ χιλιάρχῳ λέγων, [y]Ὅρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστι. 27 Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ, Λέγε μοι, [z]εἰ σὺ Ῥωμαῖος εἶ; Ὁ δὲ ἔφη, Ναί. 28 Ἀπεκρίθη [aa]τε ὁ χιλίαρχος, Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. Ὁ δὲ Παῦλος ἔφη, Ἐγὼ δὲ καὶ γεγέννημαι. 29 Εὐθέως οὖν ἀπέστησαν ἀπ᾽ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν. Καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη, ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι [bb]ἦν αὐτὸν δεδεκώς.
30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλές, τὸ τί κατηγορεῖται [cc]παρὰ τῶν Ἰουδαίων, ἔλυσεν αὐτὸν [dd]ἀπὸ τῶν δεσμῶν, καὶ ἐκέλευσεν [ee]ἐλθεῖν τοὺς ἀρχιερεῖς καὶ [ff]ὅλον τὸ συνέδριον [gg]αὐτῶν, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 21ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23 ->-
a νυνι ¦ νυν TR
b μεν ¦ — CT
c επεσα ¦ επεσον ANT BYZ PCK TR
d με ¦ εμε SBL TH WH
e και εμφοβοι εγενοντο 86.4% ¦ — CT 10.4%
f ευσεβης ¦ ευλαβης CT HF
g κατοικουντων ¦ κατοικουντων εν δαμασκω ANT HF PCK
h με ¦ εμε SBL TH WH
i του κυριου ¦ αυτου CT
j την ¦ — CT
k δερων ¦ δαιρων PCK
l επι ¦ εις PCK
m εξεχειτο ¦ εξεχυννετο CT
n τη αναιρεσει αυτου 96.6% ¦ — CT 2.3%
o φυλασσων ¦ και φυλασσων ANT BYZ CT PCK TR
p καθηκεν ¦ καθηκον TR
q κραζοντων ¦ κραυγαζοντων ANT BYZ CT PCK TR
r δε ¦ τε ECM† NA SBL TH WH
s ριπτουντων ¦ ριπτοντων ANT
t αυτον ο χιλιαρχος αγεσθαι ¦ ο χιλιαρχος αγεσθαι αυτον PCK ¦ ο χιλιαρχος εισαγεσθαι αυτον CT
u ειπων ¦ ειπας CT
v προετεινεν ¦ προετειναν ANT BYZ CT PCK SCR
w εκατονταρχος ¦ εκατονταρχης ECM NA SBL WH
x απηγγειλε τω χιλιαρχω ¦ τω χιλιαρχω απηγγειλε CT PCK
y ορα ¦ — CT
z ει ¦ — CT
aa τε ¦ δε CT
bb ην αυτον ¦ αυτον ην CT
cc παρα ¦ υπο CT PCK
dd απο των δεσμων 87.7% ¦ — CT 9.8%
ee ελθειν ¦ συνελθειν CT
ff ολον ¦ παν CT PCK
gg αυτων ¦ — CT