6 Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶ [d]Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, [e]ἔκραξεν ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς [f]Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν [g]ἐγὼ κρίνομαι. 7 Τοῦτο δὲ αὐτοῦ [h]λαλήσαντος, ἐγένετο στάσις τῶν [i]Φαρισαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. 8 Σαδδουκαῖοι [j]μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν, [k]μηδὲ ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα. 9 Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες [l]οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, [m]μὴ θεομαχῶμεν. 10 Πολλῆς δὲ [n]γενομένης στάσεως, [o]εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾽ αὐτῶν, ἐκέλευσε τὸ στράτευμα [p]καταβῆναι καὶ ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν [q]τε εἰς τὴν παρεμβολήν.
11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε, Θάρσει [r]Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
12 Γενομένης δὲ ἡμέρας, ποιήσαντές [s]τινες τῶν Ἰουδαίων συστροφήν, ἀνεθεμάτισαν ἑαυτούς, [t]λέγοντες μήτε φαγεῖν μήτε [u]πιεῖν ἕως οὗ [v]ἀποκτείνωσι τὸν Παῦλον. 13 Ἦσαν δὲ πλείους [w]τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν [x]πεποιηκότες· 14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις [y]εἶπον, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτούς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. 15 Νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως [z]αὔριον [aa]αὐτὸν καταγάγῃ [bb]πρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ ἐγγίσαι αὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
16 Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου [cc]τὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλε τῷ Παύλῳ. 17 Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, Τὸν νεανίαν τοῦτον [dd]ἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρ ‡ τι απαγγειλαι ¦ απαγγειλαι τι ECM† NA SBL TH WHτι ἀπαγγεῖλαι αὐτῷ. 18 Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον, καί φησιν, Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησε τοῦτον τὸν [ff]νεανίαν ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι. 19 Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; 20 Εἶπε δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον [gg]εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον, ὡς [hh]μέλλοντά τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. 21 Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους [ii]τεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε [jj]πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν [kk]ἕτοιμοί εἰσι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. 22 Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν [ll]νεανίαν, παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός [mm]με.
23 Καὶ προσκαλεσάμενος [nn]δύο τινὰς τῶν ἑκατοντάρχων εἶπεν, Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως [oo]Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός· 24 κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα· 25 γράψας ἐπιστολὴν [pp]περιέχουσαν τὸν τύπον τοῦτον· 26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. 27 Τὸν ἄνδρα τοῦτον [qq]συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι [rr]ἐξειλόμην [ss]αὐτόν, μαθὼν ὅτι Ῥωμαῖός ἐστι. 28 Βουλόμενος [tt]δὲ [uu]γνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον [vv]αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν· 29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, [ww]μηδὲν ἄξιον θανάτου ἢ δεσμῶν [xx]ἔγκλημα ἔχοντα. 30 Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα [yy]μέλλειν ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων, ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν [zz]τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. * ερρωσο ¦ — ECM† NA SBL WHἜρρωσο.
31 Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ []τῆς νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. 32 Τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ‡ πορευεσθαι ¦ απερχεσθαι ECM† NA SBL TH WHπορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· 33 οἵτινες εἰσελθόντες εἰς τὴν []Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. 34 Ἀναγνοὺς δὲ []ὁ ἡγεμών, καὶ ἐπερωτήσας ἐκ ποίας []ἐπαρχίας ἐστί, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, 35 Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται. []Ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρῴδου φυλάσσεσθαι.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 22ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24 ->-
a ο παυλος τω συνεδριω 84.5% ¦ παυλος τω συνεδριω WH 9% ¦ τω συνεδριω ο παυλος ECM TH 5%
b ειπον ¦ ειπαν CT
c γαρ ¦ γαρ οτι NA SBL TH WH
d σαδδουκαιων το δε ετερον φαρισαιων ¦ φαρισαιων το δε ετερον σαδδουκαιων PCK
e εκραξεν ¦ εκραζεν CT
f φαρισαιου ¦ φαρισαιων CT
g εγω ¦ — WH
h λαλησαντος ¦ ειποντος ECM NA TH ¦ λαλουντος SBL WH
i φαρισαιων ¦ φαρισαιων και των σαδδουκαιων ANT BYZ HF PCK TR ¦ φαρισαιων και σαδδουκαιων CT
j μεν ¦ — WH
k μηδε ¦ μητε ANT CT PCK
l οι γραμματεις ¦ τινες των γραμματεων CT
m μη θεομαχωμεν 94.6% ¦ — CT 4.3%
n γενομενης ¦ γινομενης NA SBL TH WH
o ευλαβηθεις ¦ φοβηθεις CT
p καταβηναι και ¦ καταβαν CT TR
q τε ¦ — WH
r παυλε ¦ — CT
s τινες των ιουδαιων συστροφην ¦ συστροφην οι ιουδαιοι CT
t λεγοντες ¦ — PCK
u πιειν ¦ πειν WH
v αποκτεινωσι ¦ ανελωσι PCK
w τεσσαρακοντα ¦ τεσσερακοντα CT
x πεποιηκοτες ¦ ποιησαμενοι CT
y ειπον ¦ ειπαν CT
z αυριον ¦ — CT
aa αυτον καταγαγη ¦ καταγαγη αυτον BYZ CT PCK
bb προς ¦ εις CT
cc το ενεδρον ¦ την ενεδραν CT SCR
dd απαγαγε ¦ απαγε SBL WH
ee τι απαγγειλαι ¦ απαγγειλαι τι ECM† NA SBL TH WH
ff νεανιαν ¦ νεανισκον ECM NA TH
gg εις το συνεδριον καταγαγης τον παυλον ¦ τον παυλον καταγαγης εις το συνεδριον CT
hh μελλοντα 26.6% ¦ μελλοντες BYZ PCK TR 33.1% ¦ μελλοντων ANT 17.6% ¦ μελλων TH WH 9.2% ¦ μελλον ECM NA SBL 7.4%
ii τεσσαρακοντα ¦ τεσσερακοντα CT
jj πιειν ¦ πειν WH
kk ετοιμοι εισι ¦ εισιν ετοιμοι CT
ll νεανιαν ¦ νεανισκον CT
mm με ¦ εμε SBL TH WH
nn δυο τινας ¦ τινας δυο SBL TH WH
oo καισαρειας ¦ καισαριας WH
pp περιεχουσαν ¦ εχουσαν CT
qq συλληφθεντα ¦ συλλημφθεντα CT
rr εξειλομην ¦ εξειλαμην CT
ss αυτον ¦ — CT
tt δε ¦ τε CT
uu γνωναι ¦ επιγνωναι CT
vv αυτον ¦ — CT
ww μηδεν ¦ μηδεν δε ANT CT TR
xx εγκλημα εχοντα ¦ εχοντα εγκλημα CT
yy μελλειν εσεσθαι υπο των ιουδαιων 86.2% ¦ εσεσθαι CT 3.1%
zz τα ¦ — SBL WH
ερρωσο ¦ — ECM† NA SBL WH
της ¦ — CT
πορευεσθαι ¦ απερχεσθαι ECM† NA SBL TH WH
καισαρειαν ¦ καισαριαν WH
ο ηγεμων ¦ — CT
επαρχιας ¦ επαρχειας CT
εκελευσε τε αυτον εν τω πραιτωριω ηρωδου φυλασσεσθαι ¦ εκελευσε τε αυτον εν τω πραιτωριω του ηρωδου φυλασσεσθαι ANT PCK TR ¦ κελευσας εν τω πραιτωριω του ηρωδου φυλασσεσθαι αυτον CT