9 [i]Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.
10 Ἀπεκρίθη [j]δὲ ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, Ἐκ πολλῶν ἐτῶν ὄντα σε [k]κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος, [l]εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, 11 δυναμένου σου [m]γνῶναι ὅτι οὐ πλείους εἰσί μοι ἡμέραι [n]δεκαδύο, ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων [o]ἐν Ἱερουσαλήμ· 12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ [p]ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν. 13 * ουτε ¦ ουδε ECM† NA SBL TH WHΟὔτε [r]παραστῆσαί με [s]δύνανται περὶ ὧν [t]νῦν κατηγοροῦσί μου. 14 Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς [u]προφήταις γεγραμμένοις· 15 ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι [v]νεκρῶν, δικαίων τε καὶ ἀδίκων. 16 Ἐν τούτῳ [w]δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν [x]ἔχων [y]πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. 17 Δι᾽ ἐτῶν δὲ πλειόνων [z]παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς· 18 ἐν [aa]οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, [bb]τινὲς ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι· 19 οὓς [cc]δεῖ ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός [dd]με. 20 Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, [ee]τί εὗρον [ff]ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου, 21 ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς [gg]ἔκραξα [hh]ἑστὼς ἐν αὐτοῖς, ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον [ii]ὑφ᾽ ὑμῶν.
22 [jj]Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, [kk]εἰπών, Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς· 23 διαταξάμενός [ll]τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι [mm]τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν [nn]ἢ προσέρχεσθαι αὐτῷ.
24 Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ * γυναικι ¦ γυναικι αυτου ANT ECM* TR ¦ ιδια γυναικι ECM† NA SBL TH WHγυναικὶ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς [pp]Χριστὸν πίστεως. 25 Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος [qq]ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· 26 ἅμα [rr]καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, [ss]ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον [tt]αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ. 27 Διετίας δὲ πληρωθείσης, ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων [uu]τε [vv]χάριτας καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 25 ->-
a των πρεσβυτερων 83.4% ¦ πρεσβυτερων τινων CT 14.9%
b κατορθωματων ¦ διορθωματων CT
c πλειον ¦ πλεον PCK
d εγκοπτω ¦ ενκοπτω TH WH
e επιεικεια ¦ επιεικια WH
f κινουντα ¦ κεινουντα TH
g στασιν ¦ στασεις CT
h εκρατησαμεν 8 παρ 55.3% ¦ εκρατησαμεν και κατα τον ημετερον νομον ηθελησαμεν κριναι 7 παρελθων δε λυσιας ο χιλιαρχος μετα πολλης βιας εκ των χειρων ημων απηγαγε 8 κελευσας τους κατηγορους αυτου ερχεσθαι επι σε παρ BYZ ECM 9.3% ¦ εκρατησαμεν και κατα τον ημετερον νομον ηθελησαμεν κριναι 7 παρελθων δε λυσιας ο χιλιαρχος μετα πολλης βιας εκ των χειρων ημων απηγαγε 8 κελευσας τους κατηγορους αυτου ερχεσθαι επι σου παρ BYZ 5.7% ¦ εκρατησαμεν και κατα τον ημετερον νομον ηθελησαμεν κρινειν 7 παρελθων δε λυσιας ο χιλιαρχος μετα πολλης βιας εκ των χειρων ημων απηγαγε 8 κελευσας τους κατηγορους αυτου ερχεσθαι επι σε παρ ANT TR 1% [Note: The reading printed in ECM is enclosed with double brackets.]
i συνεπεθεντο ¦ συνεθεντο TR
j δε ¦ τε CT
k κριτην ¦ κριτην δικαιον PCK
l ευθυμοτερον ¦ ευθυμως CT
m γνωναι ¦ επιγνωναι CT
n δεκαδυο ¦ η δεκαδυο TR ¦ δωδεκα CT
o εν ¦ εις ANT CT
p επισυστασιν ¦ επιστασιν CT
q ουτε ¦ ουδε ECM† NA SBL TH WH
r παραστησαι με ¦ παραστησαι ANT CT PCK SCR
s δυνανται ¦ δυνανται σοι CT
t νυν ¦ νυνι CT
u προφηταις 78.4% ¦ εν τοις προφηταις ANT CT 20.4%
v νεκρων 91.6% ¦ — CT 6.6%
w δε ¦ δε και ANT ¦ και CT
x εχων ¦ εχειν ANT CT TR
y προς ¦ προς τε PCK
z παρεγενομην ελεημοσυνας ποιησων εις το εθνος μου ¦ ελεημοσυνας ποιησων εις το εθνος μου παρεγενομην CT
aa οις ¦ αις CT
bb τινες ¦ τινες δε CT ST
cc δει ¦ εδει ANT CT PCK SCR
dd με ¦ εμε CT
ee τι ¦ ει τι TR
ff εν εμοι ¦ — CT
gg εκραξα ¦ εκεκραξα CT
hh εστως εν αυτοις ¦ εν αυτοις εστως CT
ii υφ ¦ εφ CT
jj ακουσας δε ταυτα ο φηλιξ ανεβαλετο αυτους 80.7% ¦ ανεβαλετο δε αυτους ο φηλιξ CT 4.1%
kk ειπων ¦ ειπας CT
ll τε ¦ — CT
mm τον παυλον ¦ αυτον CT
nn η προσερχεσθαι ¦ — CT
oo γυναικι ¦ γυναικι αυτου ANT ECM* TR ¦ ιδια γυναικι ECM† NA SBL TH WH
pp χριστον ¦ χριστον ιησουν CT PCK
qq εσεσθαι ¦ — CT
rr και ¦ δε και ANT TR
ss οπως λυση αυτον ¦ — CT
tt αυτον ¦ — PCK
uu τε ¦ δε ANT ECM* PCK
vv χαριτας ¦ χαριν ANT ¦ χαριτα CT