4 Οἱ μὲν οὖν διασπαρέντες διῆλθον, εὐαγγελιζόμενοι τὸν λόγον. 5 Φίλιππος δὲ κατελθὼν εἰς § πολιν ¦ την πολιν ECM† NA SBL WHπόλιν τῆς [e]Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. 6 Προσεῖχόν [f]τε οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδόν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει. 7 [g]Πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα [h]φωνῇ μεγάλῃ [i]ἐξήρχετο· πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. 8 [j]Καὶ ἐγένετο [k]χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ.
9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ [l]ἐξιστῶν τὸ ἔθνος τῆς [m]Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν· 10 ᾧ [n]προσεῖχον ἀπὸ μικροῦ ἕως μεγάλου, λέγοντες, Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ [o]μεγάλη. 11 Προσεῖχον δὲ αὐτῷ, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς [p]μαγείαις ἐξεστακέναι αὐτούς. 12 Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ * τα ¦ — ECM† NA SBL TH WHτὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος [r]Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. 13 Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ· θεωρῶν τε [s]δυνάμεις καὶ σημεῖα γινόμενα, ἐξίστατο.
14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ [t]Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς [u]τὸν Πέτρον καὶ [v]Ἰωάννην· 15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσι Πνεῦμα Ἅγιον· 16 [w]οὔπω γὰρ ἦν ἐπ᾽ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ [x]Χριστοῦ Ἰησοῦ. 17 Τότε [y]ἐπετίθουν τὰς χεῖρας ἐπ᾽ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον. 18 [z]Θεασάμενος δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα [aa]τὸ Ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα, 19 λέγων, Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ [bb]ἐὰν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα Ἅγιον. 20 Πέτρος δὲ εἶπε πρὸς αὐτόν, Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. 21 Οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. Ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα * ενωπιον ¦ εναντιον ECM* PCK ¦ εναντι ECM† NA SBL TH WHἐνώπιον τοῦ Θεοῦ. 22 Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ [dd]Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. 23 Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. 24 Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπε, Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν [ee]Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾽ ἐμὲ ὧν εἰρήκατε.
25 Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου, [ff]ὑπέστρεψαν εἰς [gg]Ἱερουσαλήμ, πολλάς τε κώμας τῶν [hh]Σαμαρειτῶν [ii]εὐηγγελίσαντο.
26 Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων, Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. 27 Καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδού, ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης [jj]τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ, 28 ἦν [kk]τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, [ll]καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἠσαΐαν. 29 Εἶπε δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ, Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. 30 Προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος [mm]τὸν προφήτην Ἠσαΐαν, καὶ εἶπεν, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; 31 Ὁ δὲ εἶπε, Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις [nn]ὁδηγήσῃ με; Παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. 32 Ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη,
-
a δε ¦ τε TR
b σαμαρειας ¦ σαμαριας WH
c εποιησαντο ¦ εποιησαν ANT CT
d πολιν ¦ την πολιν ECM† NA SBL WH
e σαμαρειας ¦ σαμαριας WH
f τε ¦ δε ANT CT PCK
g πολλων ¦ πολλοι CT
h φωνη μεγαλη ¦ μεγαλη φωνη TR
i εξηρχετο ¦ εξηρχοντο CT
j και εγενετο ¦ εγενετο δε CT
k χαρα μεγαλη ¦ πολλη χαρα CT
l εξιστων ¦ εξιστανων CT
m σαμαρειας ¦ σαμαριας WH
n προσειχον ¦ προσειχον παντες ANT CT TR
o μεγαλη 90.4% ¦ καλουμενη μεγαλη CT 6.6%
p μαγειαις ¦ μαγιαις WH
q τα ¦ — ECM† NA SBL TH WH
r ιησου ¦ του ιησου TR
s δυναμεις και σημεια γινομενα ¦ σημεια και δυναμεις μεγαλας γινομενας CT ST
t σαμαρεια ¦ σαμαρια WH
u τον ¦ — CT
v ιωαννην ¦ ιωανην WH
w ουπω ¦ ουδεπω CT
x χριστου ¦ κυριου ANT CT TR
y επετιθουν ¦ επετιθεσαν CT
z θεασαμενος ¦ ιδων ANT CT
aa το αγιον 98.9% ¦ — ECM NA SBL WH 0.4%
bb εαν ¦ αν PCK ST
cc ενωπιον ¦ εναντιον ECM* PCK ¦ εναντι ECM† NA SBL TH WH
dd θεου ¦ κυριου CT
ee κυριον ¦ θεον ANT
ff υπεστρεψαν ¦ υπεστρεφον CT
gg ιερουσαλημ ¦ ιεροσολυμα CT
hh σαμαρειτων ¦ σαμαριτων ECM NA SBL
ii ευηγγελισαντο ¦ ευηγγελιζοντο CT
jj της ¦ — CT
kk τε ¦ δε WH
ll και ¦ — SCR
mm τον προφητην ησαιαν ¦ ησαιαν τον προφητην CT
nn οδηγηση ¦ οδηγησει NA SBL TH WH
oo κειροντος ¦ κειραντος ECM† HF NA SBL TH
pp αυτου ¦ — ECM* SBL TH WH
qq δε ¦ — ECM† NA SBL TH WH
rr βαπτισθηναι 86.5% ¦ βαπτισθηναι 37 ειπε δε ο φιλιππος ει πιστευεις εξ ολης της καρδιας εξεστιν αποκριθεις δε ειπε πιστευω τον υιον του θεου ειναι τον ιησουν χριστον ANT ECM TR 0.2% [Note: ECM encloses verse 37 with double brackets.]
ss καισαρειαν ¦ καισαριαν WH