1 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν [a]Ἰησοῦν Χριστόν, 2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ [b]Μωϋσῆς ἐν [c]ὅλῳ τῷ οἴκῳ αὐτοῦ. 3 Πλείονος γὰρ [d]δόξης οὗτος παρὰ [e]Μωϋσῆν ἠξίωται, καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. 4 Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ [f]τὰ πάντα κατασκευάσας Θεός. 5 Καὶ [g]Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων· 6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· [h]οὗ οἶκός ἐσμεν ἡμεῖς, [i]ἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος [j]μέχρι τέλους βεβαίαν κατάσχωμεν.
7 Διό, καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον,
12 Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος· 13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ [o]ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας· 14 μέτοχοι γὰρ [p]γεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν· 15 ἐν τῷ λέγεσθαι,
-
a ιησουν χριστον ¦ χριστον ιησουν TR ¦ ιησουν CT
b μωυσης ¦ μωσης TR
c ολω ¦ — SBL
d δοξης ουτος ¦ ουτος δοξης CT
e μωυσην ¦ μωσην TR
f τα ¦ — CT
g μωυσης ¦ μωσης TR
h ου ¦ ος SBL
i εανπερ ¦ εαν SBL TH WH
j μεχρι τελους βεβαιαν 95.3% ¦ — NA SBL TH 0.8%
k με ¦ — CT
l εδοκιμασαν με ¦ εν δοκιμασια CT
m τεσσαρακοντα ¦ τεσσερακοντα CT
n εκεινη ¦ ταυτη CT
o εξ υμων τις ¦ τις εξ υμων NA SBL TR WH
p γεγοναμεν του χριστου ¦ του χριστου γεγοναμεν CT
q τινὲς ¦ τίνες ANT BYZ CT PCK
r μωυσεως ¦ μωυσεος PCK ¦ μωσεως TR
s τεσσαρακοντα ¦ τεσσερακοντα CT
t δι ¦ δια PCK