4 Πρωΐας δὲ ἤδη [g]γενομένης ἔστη [h]ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. 5 Λέγει οὖν αὐτοῖς [i]ὁ Ἰησοῦς, Παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ, Οὔ. 6 Ὁ δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι [j]ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 7 Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο—ἦν γὰρ γυμνός—καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. 8 Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον—οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ‡ αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων—σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
9 Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. 10 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11 [l]Ἀνέβη Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον [m]ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Δεῦτε ἀριστήσατε. Οὐδεὶς [n]δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. 13 Ἔρχεται [o]οὖν [p]ὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη [q]ὁ Ἰησοῦς τοῖς μαθηταῖς [r]αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.
15 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς, Σίμων [s]Ἰωνᾶ, ἀγαπᾷς με [t]πλεῖον τούτων; Λέγει αὐτῷ, Ναὶ Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. 16 Λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων [u]Ἰωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ, Ναὶ Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Ποίμαινε τὰ [v]πρόβατά μου. 17 Λέγει αὐτῷ τὸ τρίτον, Σίμων [w]Ἰωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, Φιλεῖς με; Καὶ [x]εἶπεν αὐτῷ, Κύριε, [y]σὺ πάντα οἶδας· σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ [z]ὁ Ἰησοῦς, Βόσκε τὰ [aa]πρόβατά μου. 18 Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος [bb]σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. 19 Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, Ἀκολούθει μοι.
20 Ἐπιστραφεὶς [cc]δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε, Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21 [dd]Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί; 22 Λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σὺ [ee]ἀκολούθει μοι. 23 Ἐξῆλθεν οὖν [ff]ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει· [gg]καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνῄσκει· ἀλλ᾽, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;
24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ [hh]γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής [ii]ἐστιν ἡ μαρτυρία αὐτοῦ.
25 Ἔστι δὲ καὶ ἄλλα πολλὰ [jj]ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾽ ἕν, [kk]οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον [ll]χωρῆσαι τὰ γραφόμενα βιβλία. [mm]Ἀμήν.[nn]
<- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20-
a παλιν ¦ — PCK
b ο ¦ — WH
c μαθηταις ¦ μαθηταις αυτου BYZ ¦ μαθηταις αυτου εγερθεις εκ νεκρων PCK
d εξηλθον ¦ εξηλθαν WH
e ενεβησαν ¦ ανεβησαν TR
f ευθυς ¦ — CT
g γενομενης ¦ γινομενης WH
h ο ¦ — CT
i ο ¦ — WH
j ισχυσαν ¦ ισχυον CT
k αλλ ¦ αλλα NA27 SBL TH WH
l ανεβη ¦ ανεβη ουν CT
m επι της γης ¦ εις την γην CT
n δε ¦ — WH
o ουν ¦ — CT
p ο ¦ — NA WH
q ο ¦ — NA WH
r αυτου ¦ — CT
s ιωνα ¦ ιωαννου NA SBL TH ¦ ιωανου WH
t πλειον ¦ πλεον CT
u ιωνα ¦ ιωαννου NA SBL TH ¦ ιωανου WH
v προβατα ¦ προβατια WH
w ιωνα ¦ ιωαννου NA SBL TH ¦ ιωανου WH
x ειπεν ¦ λεγει NA
y συ παντα ¦ παντα συ CT
z ο ¦ — WH
aa προβατα ¦ προβατια WH
bb σε ζωσει ¦ ζωσει σε TH WH
cc δε ¦ — CT
dd τουτον ¦ τουτον ουν CT
ee ακολουθει μοι ¦ μοι ακολουθει CT
ff ο λογος ουτος ¦ ουτος ο λογος CT
gg και ουκ ειπεν ¦ ουκ ειπεν δε CT
hh γραψας ¦ ο γραψας NA SBL WH
ii εστιν η μαρτυρια αυτου ¦ αυτου η μαρτυρια εστιν NA SBL WH
jj οσα ¦ α CT
kk ουδε ¦ ουδ CT
ll χωρησαι ¦ χωρησειν SBL WH
mm αμην ¦ — CT
nn The following scribal note is included in the colophons of many Greek manuscripts: Ἐξεδόθη μετὰ χρόνους λβ΄ τῆς τοῦ Χριστοῦ ἀναλήψεως.