8 Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, Κάλεσον τοὺς ἐργάτας, καὶ ἀπόδος [i]αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. 9 [j]Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10 [k]Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι [l]πλείονα [m]λήψονται· καὶ ἔλαβον [n]καὶ αὐτοὶ ἀνὰ δηνάριον. 11 Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, 12 λέγοντες [o]ὅτι Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους [p]ἡμῖν αὐτοὺς ἐποίησας, τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. 13 Ὁ δὲ ἀποκριθεὶς [q]εἶπεν ἑνὶ αὐτῶν, Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14 Ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. 15 [r]Ἢ οὐκ ἔξεστί μοι [s]ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; [t]Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; 16 Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι· [u]πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
17 [v]Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβε τοὺς δώδεκα μαθητὰς κατ᾽ ἰδίαν [w]ἐν τῇ ὁδῷ, καὶ εἶπεν αὐτοῖς, 18 Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι· καὶ τῇ τρίτῃ ἡμέρᾳ [x]ἀναστήσεται.
20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι [y]παρ᾽ αὐτοῦ. 21 Ὁ δὲ εἶπεν αὐτῇ, Τί θέλεις; Λέγει αὐτῷ, Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν [z]σου, καὶ εἷς ἐξ εὐωνύμων [aa]σου, ἐν τῇ βασιλείᾳ σου. 22 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, [bb]ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; Λέγουσιν αὐτῷ, Δυνάμεθα. 23 [cc]Καὶ λέγει αὐτοῖς, Τὸ μὲν ποτήριόν μου πίεσθε, [dd]καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων [ee]μου οὐκ ἔστιν [ff]ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. 24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν, Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. 26 Οὐχ οὕτω [gg]δὲ [hh]ἔσται [ii]ἐν ὑμῖν· ἀλλ᾽ ὃς [jj]ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι [kk]ἔσται ὑμῶν διάκονος· 27 καὶ ὃς [ll]ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, [mm]ἔστω ὑμῶν δοῦλος· 28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ [nn]Ἰεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30 Καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν, λέγοντες, [oo]Ἐλέησον ἡμᾶς, Κύριε, [pp]υἱὸς [qq]Δαυίδ. 31 Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν. Οἱ δὲ μεῖζον [rr]ἔκραζον, λέγοντες, [ss]Ἐλέησον ἡμᾶς, Κύριε, [tt]υἱὸς [uu]Δαυίδ. 32 Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτούς, καὶ εἶπε, Τί θέλετε ποιήσω ὑμῖν; 33 Λέγουσιν αὐτῷ, Κύριε, ἵνα [vv]ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί. 34 Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν [ww]ὀφθαλμῶν αὐτῶν· καὶ εὐθέως ἀνέβλεψαν [xx]αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἠκολούθησαν αὐτῷ.
<- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21 ->-
a και συμφωνησας ¦ συμφωνησας δε CT TR
b τριτην ¦ την τριτην TR
c και εκεινοις ¦ κακεινοις TR
d παλιν ¦ παλιν δε NA TH WH
e ενατην ¦ εννατην TR
f ωραν ¦ — CT
g αργους ¦ — CT
h και ο εαν η δικαιον ληψεσθε ¦ — CT
i αυτοις ¦ — WH
j και ελθοντες ¦ ελθοντες δε WH
k ελθοντες δε ¦ και ελθοντες CT
l πλειονα ¦ πλειον CT
m ληψονται ¦ λημψονται CT
n και αυτοι ανα δηναριον ¦ το ανα δηναριον και αυτοι CT
o οτι ¦ — CT
p ημιν αυτους ¦ αυτους ημιν SBL WH
q ειπεν ενι αυτων ¦ ενι αυτων ειπεν CT
r η ¦ — SBL WH
s ποιησαι ο θελω ¦ ο θελω ποιησαι CT
t ει ¦ η CT
u πολλοι γαρ εισι κλητοι ολιγοι δε εκλεκτοι 97.5% ¦ — CT 1.4%
v και αναβαινων ο ¦ μελλων δε αναβαινειν WH
w εν τη οδω και ¦ και εν τη οδω CT
x αναστησεται ¦ εγερθησεται CT
y παρ ¦ απ NA TH WH
z σου ¦ — WH
aa σου ¦ — TR
bb η το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι ¦ και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι TR ¦ — CT
cc και ¦ — CT
dd και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε ¦ — CT
ee μου ¦ — CT
ff εμον ¦ εμον τουτο NA
gg δε ¦ — ANT CT
hh εσται ¦ εστιν WH
ii εν ¦ — PCK
jj εαν ¦ αν SBL TH WH
kk εσται ¦ εστω TR
ll εαν ¦ αν CT
mm εστω ¦ εσται ANT CT PCK
nn ιεριχω ¦ ιερειχω TH WH
oo ελεησον ημας κυριε ¦ κυριε ελεησον ημας SBL WH ¦ ελεησον ημας ιησου TH
pp υιος ¦ υιε TH
qq δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
rr εκραζον ¦ εκραξαν CT
ss ελεησον ημας κυριε ¦ κυριε ελεησον ημας SBL TH WH
tt υιος ¦ υιε TH
uu δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
vv ανοιχθωσιν ημων οι οφθαλμοι ¦ ανοιγωσιν οι οφθαλμοι ημων CT
ww οφθαλμων ¦ ομματων CT
xx αυτων οι οφθαλμοι ¦ — CT