11 Πορευομένων δὲ αὐτῶν, ἰδού, τινὲς τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12 Καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, 13 λέγοντες, Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. 14 Καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν [m]αὐτόν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. 15 Οἱ δὲ λαβόντες [n]τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς [o]σήμερον.
16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. 17 Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν [p]αὐτῷ· οἱ δὲ ἐδίστασαν. 18 Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς, λέγων, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ [q]γῆς. 19 [r]Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδού, ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. [s]Ἀμήν.[t]
<- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27-
a μαρια ¦ μαριαμ NA SBL TH
b προσελθων ¦ και προσελθων CT
c απο της θυρας ¦ — CT
d ιδεα ¦ ειδεα CT
e ωσει ¦ ως CT
f εγενοντο ωσει ¦ εγενηθησαν ως CT
g ο κυριος ¦ — CT
h εξελθουσαι ¦ απελθουσαι CT
i ως δε επορευοντο απαγγειλαι τοις μαθηταις αυτου 81.6% ¦ — CT 11.6%
j ιησους ¦ ο ιησους TR
k απηντησεν ¦ υπηντησεν CT
l και εκει ¦ κακει ANT BYZ CT TR
m αυτον ¦ — TH WH
n τα ¦ — WH
o σημερον ¦ σημερον ημερας NA SBL WH
p αυτω ¦ — CT
q γης ¦ της γης NA SBL WH
r πορευθεντες ¦ πορευθεντες ουν CT TR
s αμην ¦ — CT
t The following scribal note is included in the colophons of many Greek manuscripts: Ἐξεδόθη μετὰ χρόνους η΄ τῆς τοῦ Χριστοῦ ἀναλήψεως.