Languages

1 Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται [a]Ἰωάννης ὁ βαπτιστής, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, 2 [b]καὶ λέγων, Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. 3 Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς [c]ὑπὸ Ἠσαΐου τοῦ προφήτου, λέγοντος,

 
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,
Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
 
4 Αὐτὸς δὲ ὁ [d]Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ [e]αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον. 5 Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου· 6 καὶ ἐβαπτίζοντο ἐν τῷ [f]Ἰορδάνῃ ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.

7 Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα [g]αὐτοῦ, εἶπεν αὐτοῖς, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8 Ποιήσατε οὖν [h]καρπὸν ἄξιον τῆς μετανοίας· 9 καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 10 Ἤδη δὲ [i]καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

11 Ἐγὼ μὲν [j]βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι [k]Ἁγίῳ. 12 Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν [l]Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. 14 Ὁ δὲ [m]Ἰωάννης διεκώλυεν αὐτόν, λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε [n]πρὸς αὐτόν, Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Τότε ἀφίησιν αὐτόν. 16 [o]Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς [p]ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδού, [q]ἀνεῴχθησαν [r]αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε [s]τὸ πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν [t]καὶ ἐρχόμενον ἐπ᾽ αὐτόν. 17 Καὶ ἰδού, φωνὴ ἐκ τῶν οὐρανῶν, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

<- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 2ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4 ->