2 Καὶ [d]προσελθόντες Φαρισαῖοι [e]ἐπηρώτησαν αὐτόν, Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. 3 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Τί ὑμῖν ἐνετείλατο [f]Μωσῆς; 4 Οἱ δὲ [g]εἶπον, [h]Μωσῆς ἐπέτρεψε βιβλίον ἀποστασίου γράψαι, καὶ ἀπολῦσαι. 5 [i]Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· 6 ἀπὸ δὲ ἀρχῆς κτίσεως, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς [j]ὁ Θεός. 7 Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, [k]καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, 8 καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ [l]μία σάρξ. 9 Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
10 Καὶ [m]ἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ [n]αὐτοῦ περὶ [o]τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν. 11 Καὶ λέγει αὐτοῖς, Ὃς [p]ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾽ αὐτήν· 12 καὶ ἐὰν [q]γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ, μοιχᾶται.
13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα [r]ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ [s]ἐπετίμων τοῖς προσφέρουσιν. 14 Ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε, καὶ εἶπεν αὐτοῖς, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· [t]μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 15 Ἀμὴν λέγω ὑμῖν, ὃς [u]ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 Καὶ ἐναγκαλισάμενος αὐτά, [v]τιθεὶς τὰς χεῖρας ἐπ᾽ αὐτά, εὐλόγει αὐτά.
17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδόν, προσδραμὼν [w]εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 18 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός. 19 Τὰς ἐντολὰς οἶδας, Μὴ [x]μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 20 Ὁ δὲ [y]ἀποκριθεὶς εἶπεν αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 21 Ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ, Ἕν [z]σοι ὑστερεῖ· [aa]ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς § πτωχοις 97% ¦ τοις πτωχοις ECM† NA SBL TH TR WH 2.7%πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι, [cc]ἄρας τὸν σταυρόν. 22 Ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
23 Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται. 24 Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστι [dd]τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 25 [ee]Εὐκοπώτερόν ἐστι κάμηλον διὰ [ff]τῆς τρυμαλιᾶς [gg]τῆς ῥαφίδος [hh]εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 26 Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸς [ii]ἑαυτούς, Καὶ τίς δύναται σωθῆναι; 27 Ἐμβλέψας [jj]δὲ αὐτοῖς ὁ Ἰησοῦς λέγει, Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾽ οὐ παρὰ [kk]Θεῷ· πάντα γὰρ δυνατά [ll]ἐστι παρὰ τῷ Θεῷ. 28 [mm]Ἤρξατο [nn]ὁ Πέτρος λέγειν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ [oo]ἠκολουθήσαμέν σοι. 29 [pp]Ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ [qq]πατέρα, ἢ μητέρα, [rr]ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν ἐμοῦ καὶ [ss]ἕνεκεν τοῦ εὐαγγελίου, 30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ [tt]μητέρας καὶ τέκνα καὶ ἀγρούς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ [uu]ἔσχατοι πρῶτοι.
32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, [vv]καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν· 33 ὅτι Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ [ww]γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, 34 καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ [xx]μαστιγώσουσιν αὐτόν, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ [yy]τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ [zz]Ἰωάννης []οἱ υἱοὶ Ζεβεδαίου, []λέγοντες, Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν []αἰτήσωμεν, ποιήσῃς ἡμῖν. 36 Ὁ δὲ εἶπεν αὐτοῖς, Τί θέλετε []ποιῆσαί με ὑμῖν; 37 Οἱ δὲ []εἶπον αὐτῷ, Δὸς ἡμῖν, ἵνα εἷς []ἐκ δεξιῶν σου καὶ εἷς ἐξ ‡ ευωνυμων σου ¦ αριστερων ECM† NA SBL TH WHεὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. 38 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, []καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 Οἱ δὲ []εἶπον αὐτῷ, Δυνάμεθα. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὸ []μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου []καὶ ἐξ []εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται. 41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ []Ἰωάννου. 42 []Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43 Οὐχ οὕτω δὲ []ἔσται ἐν ὑμῖν· ἀλλ᾽ ὃς []ἐὰν θέλῃ []γενέσθαι μέγας ἐν ὑμῖν ἔσται []ὑμῶν διάκονος· 44 καὶ ὃς []ἐὰν θέλῃ []ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος. 45 Καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
46 Καὶ ἔρχονται εἰς []Ἰεριχώ· καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ []Ἰεριχώ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, []υἱὸς Τιμαίου Βαρτίμαιος []ὁ τυφλὸς []ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 47 Καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ []Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, []Ὁ υἱὸς []Δαυίδ, Ἰησοῦ, ἐλέησόν με. 48 Καὶ ἐπετίμων αὐτῷ πολλοί, ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ []Δαυίδ, ἐλέησόν με. 49 Καὶ στὰς ὁ Ἰησοῦς εἶπεν []αὐτὸν φωνηθῆναι· καὶ φωνοῦσι τὸν τυφλόν, λέγοντες αὐτῷ, Θάρσει· []ἔγειραι, φωνεῖ σε. 50 Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ []ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. 51 Καὶ ἀποκριθεὶς []λέγει αὐτῷ ὁ Ἰησοῦς, Τί []θέλεις ποιήσω σοί; Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, []Ῥαββουνί, ἵνα ἀναβλέψω. 52 []Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ὕπαγε· ἡ πίστις σου σέσωκέ σε. Καὶ []εὐθέως ἀνέβλεψε, καὶ []ἠκολούθει []τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.
<- ΚΑΤΑ ΜΑΡΚΟΝ 9ΚΑΤΑ ΜΑΡΚΟΝ 11 ->-
a κακειθεν ¦ και εκειθεν ANT CT
b δια του 84.3% ¦ και ECM† NA SBL TH WH 0.7% ¦ — ECM* 13.1%
c συμπορευονται ¦ συνπορευονται TH WH
d προσελθοντες φαρισαιοι 55.4% ¦ προσελθοντες οι φαρισαιοι ANT BYZ TR 42.3% ¦ — SBL 0.2%
e επηρωτησαν ¦ επηρωτων ANT CT
f μωσης ¦ μωυσης ANT CT
g ειπον ¦ ειπαν CT
h μωσης επετρεψε ¦ επετρεψε μωυσης ANT CT
i και αποκριθεις ο ¦ ο δε CT
j ο θεος ¦ — CT
k και προσκολληθησεται προς την γυναικα αυτου ¦ και προσκολληθησεται τη γυναικι αυτου ECM* ¦ — WH
l μια σαρξ ¦ σαρξ μια PCK
m εν τη οικια ¦ εις την οικιαν ANT CT
n αυτου ¦ — ANT CT
o του αυτου επηρωτησαν ¦ τουτου επηρωτων ANT CT
p εαν ¦ αν ANT CT
q γυνη απολυση τον ανδρα αυτης και γαμηθη αλλω 93.4% ¦ αυτη απολυσασα τον ανδρα αυτης γαμηση αλλον CT 0.4% ¦ γυνη απολυσασα τον ανδρα γαμηθη αλλω ANT 0.2%
r αψηται αυτων 93.1% ¦ αυτων αψηται ANT CT 6.7%
s επετιμων τοις προσφερουσιν ¦ επετιμησαν αυτοις CT
t μη ¦ και μη ANT TR
u εαν ¦ αν CT
v τιθεις τας χειρας επ αυτα ευλογει ¦ τιθεις τας χειρας επ αυτα ηυλογει TR ¦ κατηυλογει τιθεις τας χειρας επ ANT ¦ κατευλογει τιθεις τας χειρας επ CT
w εις ¦ τις PCK
x μοιχευσης μη φονευσης 91.5% ¦ φονευσης μη μοιχευσης ECM NA SBL WH 4.1%
y αποκριθεις ειπεν ¦ εφη CT
z σοι ¦ σε ANT CT
aa υπαγε ¦ ει θελεις τελειος ειναι υπαγε ANT
bb πτωχοις 97% ¦ τοις πτωχοις ECM† NA SBL TH TR WH 2.7%
cc αρας τον σταυρον 95% ¦ αρας τον σταυρον σου ANT 1.8% ¦ — CT 1.5%
dd τους πεποιθοτας επι χρημασιν 91.6% ¦ τους πεποιθοτας επι τοις χρημασιν TR 4% ¦ — CT 0.3%
ee ευκοπωτερον ¦ ευκοπωτερον γαρ PCK
ff της ¦ — ANT ECM* PCK WH
gg της ¦ — ANT ECM* WH
hh εισελθειν ¦ διελθειν NA SBL SCR TH WH
ii εαυτους 95.8% ¦ αυτον WH 2.3%
jj δε ¦ — ANT CT
kk θεω ¦ τω θεω TR
ll εστι ¦ — CT
mm ηρξατο ¦ ηρξατο δε PCK ¦ και ηρξατο TR
nn ο πετρος λεγειν ¦ λεγειν ο πετρος ECM NA SBL WH
oo ηκολουθησαμεν ¦ ηκολουθηκαμεν NA SBL TH WH
pp αποκριθεις ο ιησους ειπεν ¦ αποκριθεις δε ο ιησους ειπεν ANT BYZ HF PCK TR ¦ εφη ο ιησους CT
qq πατερα η μητερα ¦ μητερα η πατερα CT
rr η γυναικα 96.5% ¦ — CT 1.5%
ss ενεκεν ¦ — BYZ TR
tt μητερας ¦ πατερα και μητερα ANT PCK
uu εσχατοι ¦ οι εσχατοι BYZ CT TR
vv και ¦ οι δε CT
ww γραμματευσι ¦ τοις γραμματευσι CT PCK TR
xx μαστιγωσουσιν αυτον και εμπτυσουσιν αυτω και αποκτενουσιν αυτον ¦ εμπτυσουσιν αυτω και μαστιγωσουσιν αυτον και αποκτενουσι CT
yy τη τριτη ημερα 99% ¦ μετα τρεις ημερας CT 0.7%
zz ιωαννης ¦ ιωανης WH
οι 67.5% ¦ οι δυο WH 0.2% ¦ — ANT 32.1%
λεγοντες ¦ λεγοντες αυτω CT
αιτησωμεν ¦ αιτησωμεν σε CT
ποιησαι με 90.2% ¦ ποιησω SBL TH WH 2.5% ¦ με ποιησω ECM NA 0.4%
ειπον ¦ ειπαν CT
εκ δεξιων σου ¦ σου εκ δεξιων CT
ευωνυμων σου ¦ αριστερων ECM† NA SBL TH WH
και ¦ η CT
ειπον ¦ ειπαν CT
μεν ¦ — CT
και ¦ η CT
ευωνυμων ¦ ευωνυμων μου PCK TR
ιωαννου ¦ ιωανου WH
ο δε ιησους προσκαλεσαμενος αυτους ¦ και προσκαλεσαμενος αυτους ο ιησους CT
εσται 97.5% ¦ εστιν CT 1.6%
εαν ¦ αν CT
γενεσθαι μεγας ¦ μεγας γενεσθαι CT
υμων διακονος ¦ διακονος υμων TR
εαν ¦ αν CT TR
υμων γενεσθαι ¦ εν υμιν ειναι CT
ιεριχω ¦ ιερειχω TH WH
ιεριχω ¦ ιερειχω TH WH
υιος ¦ ο υιος ANT CT
ο ¦ — ANT CT
εκαθητο παρα την οδον προσαιτων 98.5% ¦ προσαιτης εκαθητο παρα την οδον CT 0.4%
ναζωραιος 97.6% ¦ ναζαρηνος CT 1%
ο υιος ¦ υιε ANT CT
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
αυτον φωνηθηναι ¦ φωνησατε αυτον ANT CT
εγειραι ¦ εγειρε ANT CT
αναστας ¦ αναπηδησας CT
λεγει αυτω ο ιησους ¦ αυτω ο ιησους ειπε CT
θελεις ποιησω σοι ¦ σοι θελεις ποιησω ANT CT
ραββουνι ¦ ραβουνι PCK ¦ ραββονι TR ¦ ραββουνει WH
ο δε ¦ και ο ANT ECM NA SBL WH
ευθεως ¦ ευθυς CT
ηκολουθει ¦ ηκολουθησε PCK
τω ιησου ¦ αυτω CT