12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε· καὶ ἀφέντες αὐτὸν [z]ἀπῆλθον.
13 Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. 14 [aa]Οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. [bb]Ἔξεστι [cc]κῆνσον Καίσαρι δοῦναι, ἢ οὔ; 15 Δῶμεν, ἢ μὴ δῶμεν; Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί με πειράζετε; Φέρετέ μοι δηνάριον, ἵνα ἴδω. 16 Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Οἱ δὲ [dd]εἶπον [ee]αὐτῷ, Καίσαρος. 17 [ff]Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν [gg]αὐτοῖς, [hh]Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Καὶ [ii]ἐθαύμασαν ἐπ᾽ αὐτῷ.
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι· καὶ [jj]ἐπηρώτησαν αὐτόν, λέγοντες, 19 Διδάσκαλε, [kk]Μωσῆς ἔγραψεν ἡμῖν ὅτι Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα, καὶ [ll]τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα [mm]αὐτοῦ, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20 [nn]Ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκε σπέρμα· 21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανε, [oo]καὶ οὐδὲ αὐτὸς ἀφῆκε σπέρμα· καὶ ὁ τρίτος ὡσαύτως. 22 Καὶ [pp]ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. [qq]Ἐσχάτη πάντων [rr]ἀπέθανε καὶ ἡ γυνή. 23 Ἐν τῇ [ss]ἀναστάσει, ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
24 [tt]Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; 25 Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε [uu]γαμίσκονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι [vv]οἱ ἐν τοῖς οὐρανοῖς. 26 Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ [ww]Μωσέως, ἐπὶ [xx]τοῦ βάτου, [yy]ὡς εἶπεν αὐτῷ ὁ Θεός, λέγων, Ἐγὼ ὁ Θεὸς Ἀβραάμ, καὶ [zz]ὁ Θεὸς Ἰσαάκ, καὶ []ὁ Θεὸς Ἰακώβ; 27 Οὐκ ἔστιν []ὁ Θεὸς νεκρῶν, ἀλλὰ []Θεὸς ζώντων· []ὑμεῖς οὖν πολὺ πλανᾶσθε.
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν []συζητούντων, † ειδως ¦ ιδων ANT ECM† NA SBLεἰδὼς ὅτι καλῶς []αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶ []πρώτη πάντων ἐντολή; 29 []Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι Πρώτη []πάντων τῶν ἐντολῶν, Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεὸς []ἡμῶν, Κύριος εἷς ἐστι· 30 καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης []τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. []Αὕτη πρώτη ἐντολή. 31 []Καὶ δευτέρα ὁμοία αὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς []σεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι. 32 []Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπ᾽ ἀληθείας []εἶπας ὅτι εἷς []ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33 καὶ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης []τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, []καὶ ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτόν, []πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ []θυσιῶν. 34 Καὶ ὁ Ἰησοῦς ἰδὼν []αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε, διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱός []ἐστι Δαυίδ; 36 Αὐτὸς []γὰρ []Δαυὶδ εἶπεν ἐν []Πνεύματι Ἁγίῳ,
38 Καὶ []ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, 39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις· 40 οἱ []κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι []λήψονται περισσότερον κρίμα.
41 Καὶ καθίσας []ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι []ἔβαλλον πολλά. 42 Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης. 43 Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, []λέγει αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα []αὕτη ἡ πτωχὴ πλεῖον πάντων []βέβληκε τῶν []βαλλόντων εἰς τὸ γαζοφυλάκιον· 44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
<- ΚΑΤΑ ΜΑΡΚΟΝ 11ΚΑΤΑ ΜΑΡΚΟΝ 13 ->-
a λεγειν ¦ λαλειν CT
b εφυτευσεν ανθρωπος ¦ ανθρωπος εφυτευσε ECM NA SBL WH
c εξεδοτο ¦ εξεδετο CT
d του καρπου ¦ των καρπων CT
e οι δε ¦ και ANT CT
f εδειραν ¦ εδηραν PCK
g λιθοβολησαντες ¦ — CT
h εκεφαλαιωσαν ¦ εκεφαλιωσαν CT
i απεστειλαν ητιμωμενον ¦ ητιμασαν CT
j παλιν ¦ — CT
k τους ¦ ους ANT CT
l δεροντες ¦ δαιροντες PCK
m τους ¦ ους ANT CT
n αποκτενοντες ¦ αποκτεινοντες TR ¦ αποκτεννοντες ANT ECM NA SBL TH ¦ αποκτεννυντες WH
o ουν ¦ — CT
p υιον εχων ¦ ειχεν υιον CT
q αυτου ¦ — CT
r και ¦ — CT
s προς αυτους εσχατον 88.9% ¦ εσχατον προς αυτους ANT CT 8.4%
t γεωργοι ¦ γεωργοι θεασαμενοι αυτον ερχομενον ANT
u ειπον προς εαυτους ¦ προς εαυτους ειπον ANT ¦ προς εαυτους ειπαν CT
v αυτον απεκτειναν ¦ απεκτειναν αυτον ANT CT
w εξεβαλον ¦ εξεβαλον αυτον ANT CT
x ουν ¦ — SBL WH
y γεωργους ¦ γεωργους τουτους ANT
z απηλθον ¦ απηλθαν WH
aa οι δε 98.8% ¦ και CT 1.1%
bb εξεστι ¦ ειπον ουν ημιν εξεστι ANT
cc κηνσον καισαρι δουναι 90.9% ¦ δουναι κηνσον καισαρι ANT CT 4.8%
dd ειπον ¦ ειπαν CT
ee αυτω ¦ — ANT
ff και αποκριθεις ο ¦ ο δε CT
gg αυτοις ¦ — WH
hh αποδοτε τα καισαρος ¦ τα καισαρος αποδοτε CT
ii εθαυμασαν ¦ εξεθαυμαζον CT
jj επηρωτησαν ¦ επηρωτων ANT CT
kk μωσης ¦ μωυσης ANT CT
ll τεκνα μη αφη ¦ μη αφη τεκνον CT
mm αυτου ¦ — CT
nn επτα ¦ επτα ουν ANT SCR
oo και ουδε αυτος αφηκε 93.4% ¦ μη καταλιπων CT 0.5% ¦ και ουδε αυτος ουκ αφηκε ANT 0.1%
pp ελαβον αυτην οι επτα και ¦ οι επτα CT
qq εσχατη ¦ εσχατον CT
rr απεθανε και η γυνη ¦ και η γυνη απεθανεν CT
ss αναστασει οταν αναστωσιν 61% ¦ ουν αναστασει οταν αναστωσιν ANT TR 31.6% ¦ αναστασει TH WH 0.7%
tt και αποκριθεις ο ιησους ειπεν αυτοις ¦ εφη αυτοις ο ιησους CT
uu γαμισκονται ¦ γαμιζονται ANT CT
vv οι ¦ — ECM NA PCK SBL WH
ww μωσεως ¦ μωυσεως ANT BYZ CT ¦ μωυσεος PCK
xx του ¦ της TR
yy ως ¦ πως ANT CT
zz ο ¦ — WH
ο ¦ — WH
ο ¦ — CT
θεος ¦ — ANT CT
υμεις ουν 87.9% ¦ — CT 0.5%
συζητουντων ¦ συνζητουντων TH WH
ειδως ¦ ιδων ANT ECM† NA SBL
αυτοις απεκριθη ¦ απεκριθη αυτοις CT
πρωτη παντων εντολη ¦ πρωτη πασων εντολη PCK TR ¦ εντολη πρωτη παντων CT
ο δε ιησους απεκριθη αυτω ¦ απεκριθη ο ιησους CT
παντων των εντολων ¦ πασων των εντολων PCK TR ¦ παντων εντολη ANT ¦ εστιν CT
ημων ¦ υμων PCK
της ¦ — WH
αυτη πρωτη εντολη 84% ¦ — ECM NA SBL WH 1%
καὶ δευτέρα ὁμοία αὕτη ¦ καὶ δευτέρα ὁμοία αὐτῇ HF ¦ δευτέρα αὕτη ECM NA SBL WH
σεαυτον ¦ εαυτον ANT
και ¦ — WH
ειπας ¦ ειπες CT
εστι ¦ εστι θεος TR
της ¦ — WH
και εξ ολης της ψυχης ¦ — CT
πλειον ¦ περισσοτερον CT
θυσιων ¦ των θυσιων ECM* TR
αυτον ¦ — ANT
εστι δαυιδ ¦ εστι δαβιδ HF TR ¦ δαυιδ εστιν ANT ECM NA SBL ¦ δαυειδ εστιν TH WH
γαρ ¦ — CT
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
πνευματι ¦ τω πνευματι τω CT TR
λεγει ¦ ειπε(ν) CT TR
ο ¦ — NA SBL WH
υποποδιον ¦ υποκατω ECM NA SBL WH
ουν ¦ — CT
δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH
υιος αυτου εστι ¦ αυτου εστιν υιος CT
ελεγεν αυτοις εν τη διδαχη αυτου ¦ εν τη διδαχη αυτου ελεγε CT
κατεσθιοντες ¦ κατεσθοντες WH
ληψονται ¦ λημψονται CT
ο ιησους ¦ — CT
εβαλλον ¦ εβαλον PCK
λεγει ¦ ειπεν ANT CT
αυτη η πτωχη ¦ η πτωχη αυτη ANT
βεβληκε 89.4% ¦ εβαλε ANT CT 10.5%
βαλλοντων ¦ βαλοντων BYZ TR