1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ [a]συνήχθη πρὸς αὐτὸν ὄχλος [b]πολύς, ὥστε αὐτὸν [c]ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς [d]ἦν. 2 Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, 3 Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρων * του ¦ — ECM† NA SBL TH WHτοῦ σπεῖραι. 4 Καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσε [f]παρὰ τὴν ὁδόν, καὶ [g]ἦλθε τὰ [h]πετεινὰ καὶ κατέφαγεν αὐτό. 5 [i]Ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, [j]ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ [k]εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· 6 [l]ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. 7 Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε. 8 Καὶ [m]ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ [n]αὐξάνοντα, καὶ ἔφερεν ‡ ἐν … ἐν … ἐν ¦ ἓν … ἓν … ἓν ECM† HF NA SBL TR ¦ εἰς … ἐν … ἐν WHἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν. 9 Καὶ [p]ἔλεγεν, [q]Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
10 [r]Ὅτε δὲ ἐγένετο καταμόνας, [s]ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα [t]τὴν παραβολήν. 11 Καὶ ἔλεγεν αὐτοῖς, Ὑμῖν [u]δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα [v]γίνεται· 12 ἵνα
13 Καὶ λέγει αὐτοῖς, Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14 Ὁ σπείρων τὸν λόγον σπείρει. 15 Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδόν, ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, [x]εὐθέως ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον [y]ἐν ταῖς καρδίαις αὐτῶν. 16 Καὶ οὗτοί [z]εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἵ, ὅταν ἀκούσωσι τὸν λόγον, [aa]εὐθέως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17 καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, [bb]εὐθέως σκανδαλίζονται. 18 Καὶ [cc]οὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, [dd]οἱ τὸν λόγον [ee]ἀκούοντες, 19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος [ff]τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι [gg]συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος [hh]γίνεται. 20 Καὶ [ii]οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον, καὶ παραδέχονται, καὶ καρποφοροῦσιν, § ἐν … ἐν … ἐν ¦ ἓν … ἓν … ἓν ECM† HF NA SBL TRἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.
21 Καὶ ἔλεγεν αὐτοῖς, [kk]Μήτι [ll]ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν [mm]κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν [nn]ἐπιτεθῇ; 22 Οὐ γάρ ἐστί * τι ¦ — ANT ECM† NA PCK SBL TH WHτι κρυπτόν, [pp]ὃ [qq]ἐὰν [rr]μὴ φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ᾽ ἵνα [ss]εἰς φανερὸν ἔλθῃ. 23 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.
24 Καὶ ἔλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε [tt]μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν [uu]τοῖς ἀκούουσιν. 25 Ὃς γὰρ [vv]ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
26 Καὶ ἔλεγεν, Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς [ww]ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, 27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος [xx]βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. 28 Αὐτομάτη [yy]γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, [zz]εἶτα στάχυν, εἶτα []πλήρη σῖτον ἐν τῷ στάχυϊ. 29 Ὅταν δὲ []παραδῷ ὁ καρπός, []εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.
30 Καὶ ἔλεγε, []Τίνι []ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; Ἢ ἐν []ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν; 31 Ὡς []κόκκον σινάπεως, ὅς, ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, []μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς· 32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ []γίνεται []πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ []κατασκηνοῦν.
33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς []ἐδύναντο ἀκούειν· 34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει []αὐτοῖς· []κατ᾽ ἰδίαν δὲ τοῖς []μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα.
35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν. 36 Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα []δὲ []πλοιάρια ἦν μετ᾽ αὐτοῦ. 37 Καὶ []γίνεται λαῖλαψ []ἀνέμου μεγάλη· []τὰ δὲ κύματα []ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε []αὐτὸ ἤδη γεμίζεσθαι. 38 Καὶ []ἦν αὐτὸς []ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ * διεγειρουσιν ¦ εγειρουσιν ECM† NA SBL TH WHδιεγείρουσιν αὐτόν, καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39 Καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ, καὶ εἶπε τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40 Καὶ εἶπεν αὐτοῖς, Τί δειλοί ἐστε []οὕτω; []Πῶς οὐκ ἔχετε πίστιν; 41 Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα § υπακουουσιν αυτω 96.1% ¦ αυτω υπακουει ECM* 1.3% ¦ υπακουει αυτω ECM† NA SBL TH WH 0.4%ὑπακούουσιν αὐτῷ;
<- ΚΑΤΑ ΜΑΡΚΟΝ 3ΚΑΤΑ ΜΑΡΚΟΝ 5 ->-
a συνηχθη ¦ συναγεται CT
b πολυς ¦ πλειστος CT
c εμβαντα εις το πλοιον ¦ εις πλοιον εμβαντα CT
d ην ¦ ησαν ANT CT
e του ¦ — ECM† NA SBL TH WH
f παρα ¦ επι ANT
g ηλθε ¦ ηλθον ANT
h πετεινα ¦ πετεινα του ουρανου TR
i αλλο δε ¦ και αλλο ANT CT
j οπου ¦ και οπου WH
k ευθεως ¦ ευθυς CT
l ηλιου δε ανατειλαντος ¦ και οτε ανετειλεν ο ηλιος CT
m αλλο ¦ αλλα CT
n αυξανοντα ¦ αυξανομενα CT
o ἐν … ἐν … ἐν ¦ ἓν … ἓν … ἓν ECM† HF NA SBL TR ¦ εἰς … ἐν … ἐν WH
p ελεγεν ¦ ελεγεν αυτοις ANT TR
q ο εχων ¦ ος εχει CT
r οτε δε ¦ και οτε CT
s ηρωτησαν ¦ ηρωτων CT
t την παραβολην ¦ τας παραβολας CT
u δεδοται γνωναι το μυστηριον ¦ δεδοται γνωναι τα μυστηρια ANT ¦ το μυστηριον δεδοται CT
v γινεται ¦ γεινεται TH
w τα αμαρτηματα ¦ — CT
x ευθεως ¦ ευθυς ANT CT
y εν ταις καρδιαις αυτων ¦ εις αυτους NA SBL WH ¦ εν αυτοις ECM TH
z εισιν ομοιως 95.5% ¦ εισιν NA 2.1% ¦ ομοιως εισιν ANT 1.5%
aa ευθεως ¦ ευθυς ANT CT
bb ευθεως ¦ ευθυς ANT CT
cc ουτοι ¦ αλλοι CT
dd οι ¦ ουτοι εισιν οι CT ST
ee ακουοντες ¦ ακουσαντες CT
ff τουτου ¦ — CT
gg συμπνιγουσι ¦ συνπνιγουσιν TH WH
hh γινεται ¦ γεινεται TH
ii ουτοι ¦ εκεινοι CT
jj ἐν … ἐν … ἐν ¦ ἓν … ἓν … ἓν ECM† HF NA SBL TR
kk μητι 98.6% ¦ οτι μητι WH 0.2%
ll ο λυχνος ερχεται ¦ ερχεται ο λυχνος ANT CT
mm κλινην ¦ κλεινην TH
nn επιτεθη ¦ τεθη CT
oo τι ¦ — ANT ECM† NA PCK SBL TH WH
pp ο ¦ — CT
qq εαν ¦ ει ECM*
rr μη ¦ μη ινα CT
ss εις φανερον ελθη ¦ ελθη εις φανερον ANT CT
tt μετρηθησεται ¦ αντιμετρηθησεται PCK
uu τοις ακουουσιν 88.8% ¦ — CT 0.6%
vv αν εχη ¦ εχει CT
ww εαν ¦ αν ANT ¦ — ECM NA SBL WH
xx βλαστανη ¦ βλαστα CT
yy γαρ ¦ — CT
zz ειτα … ειτα ¦ ειτεν … ειτεν WH
πληρη ¦ πληρης ECM NA SBL
παραδω ¦ παραδοι CT
ευθεως ¦ ευθυς CT
τινι ¦ πως ANT CT
ομοιωσωμεν ¦ ομοιωσομεν BYZ HF PCK
ποια παραβολη παραβαλωμεν αυτην ¦ τινι παραβολη παραβαλωμεν αυτην ANT ¦ τινι αυτην παραβολη θωμεν CT
κοκκον ¦ κοκκω NA SBL TH TR WH
μικροτερος παντων των σπερματων εστι ¦ μικροτερον ον παντων των σπερματων CT
γινεται ¦ γεινεται TH
παντων των λαχανων μειζων ¦ μειζων παντων των λαχανων ANT ¦ μειζον παντων των λαχανων CT
κατασκηνουν ¦ κατασκηνοιν WH
εδυναντο ¦ ηδυναντο ANT CT TR
αυτοις ¦ αυτοις τον λογον ANT
κατ ¦ καθ TH
μαθηταις αυτου ¦ ιδιοις μαθηταις CT
δε ¦ — CT
πλοιαρια ¦ πλοια ANT CT
γινεται ¦ γεινεται TH
ανεμου μεγαλη ¦ μεγαλη ανεμου CT
τα δε ¦ και τα CT
επεβαλλεν ¦ επεβαλεν BYZ ECM* HF PCK
αυτο ηδη γεμιζεσθαι ¦ ηδη αυτο βυθιζεσθαι ANT ¦ ηδη γεμιζεσθαι το πλοιον CT
ην αυτος ¦ αυτος ην CT
επι ¦ εν CT
διεγειρουσιν ¦ εγειρουσιν ECM† NA SBL TH WH
ουτω 96.7% ¦ — CT 1%
πως ουκ 97.4% ¦ ουπω CT 1.9%
υπακουουσιν αυτω 96.1% ¦ αυτω υπακουει ECM* 1.3% ¦ υπακουει αυτω ECM† NA SBL TH WH 0.4%