1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων· 2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ [a]κοιναῖς χερσί, τοῦτ᾽ ἔστιν ἀνίπτοις, ἐσθίοντας [b]ἄρτους [c]ἐμέμψαντο. 3 Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων· 4 καὶ [d]ἀπὸ ἀγορᾶς, ἐὰν μὴ [e]βαπτίσωνται, οὐκ ἐσθίουσι· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ [f]χαλκίων καὶ κλινῶν. 5 [g]Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί [h]οἱ μαθηταί σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, [i]ἀλλὰ [j]ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον; 6 Ὁ δὲ [k]ἀποκριθεὶς εἶπεν αὐτοῖς [l]ὅτι Καλῶς [m]προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς [n]γέγραπται,
9 Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν [q]τηρήσητε. 10 [r]Μωσῆς γὰρ εἶπε, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 11 ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὅ ἐστι, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· 12 [s]καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ [t]αὐτοῦ ἢ τῇ μητρὶ [u]αὐτοῦ, 13 ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
14 Καὶ προσκαλεσάμενος [v]πάντα τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, [w]Ἀκούετέ μου πάντες, καὶ [x]συνίετε. 15 Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται [y]αὐτὸν κοινῶσαι· ἀλλὰ τὰ [z]ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. 16 [aa]Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.
17 Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ [bb]περὶ τῆς παραβολῆς. 18 Καὶ λέγει αὐτοῖς, Οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε; [cc]Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, 19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾽ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, [dd]καθαρίζον πάντα τὰ βρώματα. 20 Ἔλεγε δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. 21 Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, [ee]μοιχεῖαι, πορνεῖαι, φόνοι, 22 κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· 23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον.
24 [ff]Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ [gg]μεθόρια Τύρου † και σιδωνος ¦ — ECM† NA SBLκαὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς [ii]οἰκίαν, οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ [jj]ἠδυνήθη λαθεῖν. 25 [kk]Ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ· 26 [ll]ἦν δὲ ἡ γυνὴ Ἑλληνίς, [mm]Συραφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον [nn]ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27 [oo]Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ [pp]καλόν ἐστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ [qq]βαλεῖν τοῖς κυναρίοις. 28 Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, [rr]Ναί, Κύριε· καὶ [ss]γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης [tt]ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων. 29 Καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε [uu]τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου. 30 Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρε τὸ [vv]δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.
31 Καὶ πάλιν [ww]ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου [xx]καὶ Σιδῶνος, ἦλθε [yy]πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32 Καὶ φέρουσιν αὐτῷ § κωφον ¦ κωφον και ECM† NA SBL TH WHκωφὸν []μογγιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33 Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν, ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἐστέναξε, καὶ λέγει αὐτῷ, Ἐφφαθά, ὅ ἐστι, Διανοίχθητι. 35 Καὶ []εὐθέως []διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί· καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. 36 Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ []εἴπωσιν· ὅσον δὲ []αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. 37 Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες, Καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ []τοὺς ἀλάλους λαλεῖν.
<- ΚΑΤΑ ΜΑΡΚΟΝ 6ΚΑΤΑ ΜΑΡΚΟΝ 8 ->-
a κοιναις … εσθιοντας ¦ οτι κοιναις … εσθιουσι CT
b αρτους ¦ τους αρτους CT
c εμεμψαντο ¦ — CT
d απο ¦ απ CT
e βαπτισωνται 78.4% ¦ ραντισωνται WH 3.4%
f χαλκιων (χαλκειων PCK) και κλινων 98.6% ¦ χαλκιων TH WH 0.6%
g επειτα ¦ και CT
h οι μαθηται σου ου περιπατουσι ¦ ου περιπατουσιν οι μαθηται σου ANT CT
i αλλα ¦ αλλ ANT
j ανιπτοις ¦ κοιναις CT
k αποκριθεις ¦ — CT
l οτι ¦ — CT
m προεφητευσεν ¦ επροφητευσεν CT
n γεγραπται ¦ γεγραπται οτι NA SBL TH WH
o γαρ ¦ — CT
p βαπτισμους ξεστων και ποτηριων και αλλα παρομοια τοιαυτα πολλα ποιειτε 74.8% ¦ — CT 1.7%
q τηρησητε 97.6% ¦ στησητε NA 0.7%
r μωσης ¦ μωυσης ANT CT
s και ¦ — NA SBL TH WH
t αυτου ¦ — CT
u αυτου ¦ — CT
v παντα ¦ παλιν CT
w ακουετε ¦ ακουσατε CT
x συνιετε ¦ συνετε CT
y αυτον κοινωσαι ¦ κοινωσαι αυτον CT
z εκπορευομενα απ αυτου εκεινα ¦ εκπορευομενα ANT ¦ εκ του ανθρωπου εκπορευομενα CT
aa ει τις εχει ωτα ακουειν ακουετω 97.6% ¦ — ANT NA SBL TH WH 1.1% [Note: ECM encloses this text with double brackets.]
bb περι της παραβολης ¦ την παραβολην CT
cc ου ¦ ουπω ANT
dd καθαριζον ¦ καθαριζων CT
ee μοιχειαι πορνειαι φονοι κλοπαι ¦ πορνειαι κλοπαι φονοι μοιχειαι CT
ff και εκειθεν ¦ εκειθεν δε CT
gg μεθορια ¦ ορια CT
hh και σιδωνος ¦ — ECM† NA SBL
ii οικιαν ¦ την οικιαν TR
jj ηδυνηθη ¦ ηδυνασθη WH
kk ακουσασα γαρ ¦ αλλ ευθυς ακουσασα CT
ll ην δε η γυνη ¦ η δε γυνη ην ANT ECM NA SBL WH ¦ η γυνη δε ην TH
mm συραφοινικισσα ¦ συροφοινισσα TR ¦ συροφοινικισσα ANT CT
nn εκβαλη ¦ εκβαλλη TR
oo ο δε ιησους ειπεν ¦ και ελεγεν CT
pp καλον εστι ¦ εστι καλον ANT ECM NA TH WH
qq βαλειν τοις κυναριοις ¦ τοις κυναριοις βαλειν ANT CT
rr ναι ¦ — ECM NA SBL
ss γαρ ¦ — ANT CT
tt εσθιει ¦ εσθιουσιν ANT CT
uu το δαιμονιον εκ της θυγατρος σου ¦ εκ της θυγατρος σου το δαιμονιον CT
vv δαιμονιον εξεληλυθος και την θυγατερα βεβλημενην επι της κλινης ¦ παιδιον βεβλημενον επι την κλινην και το δαιμονιον εξεληλυθος ANT ECM NA SBL WH ¦ παιδιον βεβλημενον επι την κλεινην και το δαιμονιον εξεληλυθος TH
ww εξελθων ¦ εξελθων ο ιησους PCK
xx και σιδωνος ηλθε 98% ¦ ηλθε δια σιδωνος CT 0.7%
yy προς ¦ εις CT
zz κωφον ¦ κωφον και ECM† NA SBL TH WH
μογγιλαλον ¦ μογιλαλον ANT BYZ CT TR
ευθεως ¦ — ECM SBL TH WH
διηνοιχθησαν ¦ ηνοιγησαν CT
ειπωσιν ¦ λεγωσιν CT
αυτος αυτοις διεστελλετο ¦ αυτοις διεστελλετο αυτοι CT
τους ¦ — ECM SBL TH WH